← 普鲁塔克

狄翁传

§27.1-27.5

各方军队归附与阿纳波斯河畔的祭祷

狄翁在进军途中获得大批民众与城邦归附,并通过假消息诱使守备敌军不战而散;在河畔完成祭祀与祈祷后,狄翁率领士气高昂的军队向叙拉古城疾进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

Διονύσιος μὲν οὖν ὀψὲ καὶ παρʼ ἑτέρων ἔμελλε πυνθάνεσθαι τὸν ἐν Σικελίᾳ πόλεμον, Δίωνι δὲ πορευομένῳ Καμαριναῖοί τε προσέθεντο καὶ τῶν κατʼ ἀγροὺς Συρακουσίων ἀνισταμένων ἐπέρρει πλῆθος οὐκ ὀλίγον.

因此,狄奥尼修斯注定要很晚才从别人那里得知西西里的战事;而当狄翁行军之时,卡马里奈人前来归附,乡野间的叙拉古人也纷纷起事,汇聚成一股不可忽视的人流。

§27.2

οἱ δὲ μετὰ Τιμοκράτους τὰς Ἐπιπολὰς φυλάσσοντες Λεοντῖνοι καὶ Καμπανοί, λόγον ψευδῆ προσπέμψαντος εἰς αὐτοὺς τοῦ Δίωνος ὡς ἐπὶ τὰς πόλεις πρῶτον τρέποιτο τὰς ἐκείνων, ἀπολιπόντες ᾤχοντο τὸν Τιμοκράτην τοῖς οἰκείοις βοηθήσοντες.1

与蒂莫克拉泰斯一同驻守埃庇波莱的莱翁蒂诺伊人和坎帕尼亚人,因狄翁派人向他们散布假消息,称其首先要向他们各自的城邦进军,便抛下蒂莫克拉泰斯,赶去援助自己的亲友。

§27.3

ὡς δʼ ἀπηγγέλη ταῦτα πρὸς τὸν Δίωνα περὶ τὰς Ἄκρας στρατοπεδεύοντα, νυκτὸς ἔτι τοὺς στρατιώτας ἀναστήσας πρὸς τὸν Ἄναπον ποταμὸν ἧκεν, ἀπέχοντα τῆς πόλεως δέκα σταδίους.

当这一消息传到正在阿克赖附近扎营的狄翁耳中时,他趁着黑夜便唤醒士兵拔营,来到了距城十斯塔狄翁的阿纳普斯河畔。

§27.4

ἐνταῦθα δὲ τὴν πορείαν ἐπιστήσας ἐσφαγιάζετο πρὸς τὸν ποταμόν, ἀνατέλλοντι τῷ ἡλίῳ προσευξάμενος· ἅμα δʼ οἱ μάντεις παρὰ τῶν θεῶν νίκην ἔφραζον αὐτῷ. καὶ θεασάμενοι τὸν Δίωνα διὰ τὴν θυσίαν ἐστεφανωμένον οἱ παρόντες ἀπὸ μιᾶς ὁρμῆς ἐστεφανοῦντο πάντες.

他在那里停下行军,面向河流宰牲献祭,向升起的太阳祈祷;同时,占卜官们向他宣告了来自诸神的胜利捷报。在场的人一见到狄翁因祭祀而戴着花冠,便全都不约而同地戴上了花冠。

§27.5

ἦσαν δὲ πεντακισχιλίων οὐκ ἐλάττους προσγεγονότες2 κατὰ τὴν ὁδόν ὡπλισμένοι δὲ φαύλως ἐκ τοῦ προστυχόντος ἀνεπλήρουν τῇ προθυμίᾳ τὴν τῆς παρασκευῆς ἔνδειαν, ὥστε κινήσαντος τοῦ Δίωνος δρόμῳ χωρεῖν3 μετὰ χαρᾶς καὶ βοῆς ἀλλήλους παρακαλοῦντας ἐπὶ τὴν ἐλευθερίαν.

沿途加入他们的人不少于五千人;虽然他们只是用手头随手可得之物草草装备起来,却以极高的热情弥补了器械的不足,以致当狄翁下令开拔时,他们伴随着欢欣与呐喊齐步飞奔,彼此勉励着奔向自由。

语法注3 条
  1. 27.2ἀπολιπόντες ᾤχοντο τὸν Τιμοκράτην τοῖς οἰκείοις βοηθήσοντες

    分词 ἀπολιπόντες 与动词 ᾤχοντο 连用,表示“抛弃……而离去”的连续动作。紧随其后的 βοηθήσοντες 为将来时分词,表示目的(“为了去援助自己的亲友”)。

  2. 27.5ἦσαν δὲ πεντακισχιλίων οὐκ ἐλάττους προσγεγονότες

    此处可理解为 ἦσαν 与完成时分词 προσγεγονότες 构成的迂说法(periphrasis),或将 προσγεγονότες 视为主语补足语/实体化分词(“合流的人”)。πεντακισχιλίων 为比较属格,受 οὐκ ἐλάττους 支配,意为“沿途加入的人不下于五千”。

  3. 27.5ὥστε κινήσαντος τοῦ Δίωνος δρόμῳ χωρεῖν

    在 ὥστε 引导的不定式(χωρεῖν)结果从句中,嵌入了独立属格结构 κινήσαντος τοῦ Δίωνος。及物动词 κινέω 在此作军事惯用表达,省略了宾语(如部队),意为“当狄翁下令开拔/调动军队时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:27.1-27.5