← 普鲁塔克

狄翁传

§24.1-24.10

出航前的月食蜂群前兆与僭主的凶兆

预言家米尔塔斯将出航前的月食解释为僭主统治的倾覆以安抚士兵,却借蜂群私下预言迪翁的功业短暂,同时狄奥尼修斯一方亦接连出现预示衰亡的怪异凶兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη, καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν λογιζομένοις τὰς ἐκλειπτικὰς περιόδους καὶ τὴν γινομένην τοῦ σκιάσματος ἀπάντησιν πρὸς τὴν σελήνην καὶ τῆς γῆς τὴν ἀντίφραξιν πρὸς τὸν ἥλιον.

在奠酒与例行祈祷之后,月食发生了。对于那些深明食周期的规律、懂得阴影落于月亮之上以及地球对太阳遮挡之理的迪翁及其随从们而言,这绝非任何奇事。

§24.2

ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μιλτᾶς ὁ μάντις ἐν μέσῳ καταστὰς ἐκέλευε θαρρεῖν αὐτοὺς καὶ προσδοκᾶν τὰ κράτιστα· σημαίνειν γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν· ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος, ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας.1

然而,由于士兵们惊恐不安,需要某种安慰,预言家米尔塔斯便站到众人中间,吩咐他们振作起来,期待最好的结果;因为神灵昭示着当前某位显赫人物的衰微陨落,而世上没有什么比狄奥尼修斯的僭主统治更为显赫了,并且他们一旦踏上西西里,就会立即熄灭其光芒。

§24.4

τοῦτο μὲν οὖν ὁ Μιλτᾶς εἰς μέσον ἐξέθηκε πᾶσι τὸ δὲ τῶν μελισσῶν,2 αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίᾳ πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δʼ ὀλίγον ἀνθήσασαι μαρανθῶσι.

于是,米尔塔斯向众人公开宣布了这一说法;但关于蜜蜂——有人看见蜂群聚集在迪翁船只的船尾周围——他则私下向迪翁及其朋友们表示,自己担心迪翁的功业虽会显赫辉煌,却只在短时间内盛极一时便随之凋零。

§24.5

λέγεται δὲ καὶ τῷ Διονυσίῳ πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα.

据说,狄奥尼修斯那一方也遭遇了许多来自神灵的怪异征兆。

§24.6

ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν· ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι. χοῖροι δʼ ἐτέχθησαν αὐτῷ τῶν μὲν ἄλλων οὐδενὸς ἐνδεεῖς μορίων, ὦτα δʼ οὐκ ἔχοντες.

一只雄鹰攫走了一名卫兵的短矛,抓着它高飞升空,然后将其丢入深水之中;冲击卫城的海水有一整天变得甘甜可口,以至于对所有尝过的人而言都一清二楚;而且在他那里还出生了一些小猪,其他部位无一缺损,唯独没有耳朵。

§24.9

ἀπεφαίνοντο δʼ οἱ μάντεις τοῦτο μὲν ἀποστάσεως καὶ ἀπειθείας εἶναι σημεῖον, ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος,3 τὴν δὲ γλυκύτητα τῆς θαλάσσης μεταβολὴν καιρῶν ἀνιαρῶν καὶ πονηρῶν εἰς πράγματα χρηστὰ φέρειν Συρακουσίοις. ἀετὸς δὲ θεράπων Διός, λόγχη δὲ παράσημον ἀρχῆς καὶ δυναστείας· ἀφανισμὸν οὖν καὶ κατάλυσιν τῇ τυραννίδι βουλεύειν τὸν τῶν θεῶν μέγιστον. ταῦτα μὲν οὖν Θεόπομπος ἱστόρηκε.

预言家们断言:没有耳朵的小猪是叛离与不顺从的征兆,意味着公民们将不再听从僭主政权的话;而海水的甘甜则预示着叙拉古人将从痛苦艰险的岁月转入顺遂良好的局面;又因鹰是宙斯的使者,矛是统治与权力的象征,因此诸神中最伟大者正在谋划使僭主统治归于毁灭与覆亡。这些便是泰奥彭波斯所记载的事情。

语法注3 条
  1. 24.3ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας

    此句为间接引语中的“宾格加不定式”结构。不定式 ἀποσβέσειν 的逻辑主语是宾格 ἐκείνους(指士兵们),不定过去时分词 ἁψαμένους 与其在性数格上保持一致,表示时间上的即刻性(“一旦抵达”)。不定式的宾语是 τὸ λαμπρόν,由关系代词属格 ἧς(先行词为 τυραννίδος)修饰。

  2. 24.4τὸ δὲ τῶν μελισσῶν

    此为引导新话题的宾格(或独立主格短语),与前文的 τοῦτο μὲν οὖν ... ἐξέθηκε πᾶσι 形成对应。中性冠词 τὸ 后面省略了诸如 σημεῖον(征兆)之类的名词,意为“至于蜜蜂的征兆/事件”。

  3. 24.9ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος

    由 ὡς 引导的属格独立结构,表示主观见解或理由(“以为/由于……”)。未来时分词 ἀκουσομένων 源自动词 ἀκούω,在此取“听从、顺从”之义,按惯用法支配属格 τῆς τυραννίδος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:24.1-24.10