← 普鲁塔克

狄翁传

§1.1-1.4

迪翁与布鲁图斯的共通性与哲学教养

叙述者致信索修斯·塞内基奥,阐明迪翁与布鲁图斯皆受柏拉图学派滋养而投身政治角逐的相通之处,并阐发了哲学教养如何赋予行动和谐与节律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ἆρά γε, ὥσπερ ὁ Σιμωνίδης φησίν, ὦ Σόσσιε Σενεκίων, τοῖς Κορινθίοις οὐ μηνίειν τὸ Ἴλιον ἐπιστρατεύσασι μετὰ τῶν Ἀχαιῶν, ὅτι κἀκείνοις οἱ περὶ Γλαῦκον ἐξ ἀρχῆς Κορίνθιοι γεγονότες συνεμάχουν προθύμως, οὕτως εἰκὸς τῇ Ἀκαδημείᾳ μήτε Ῥωμαίους μήτε Ἕλληνας ἐγκαλεῖν ἴσον φερομένους1 ἐκ τῆς γραφῆς ταύτης, ἣ τόν τε Βρούτου περιέχει βίον καὶ τόν Δίωνος, ὧν ὁ μὲν αὐτῷ Πλάτωνι πλησιάσας, ὁ δὲ τοῖς λόγοις ἐντραφεὶς τοῖς Πλάτωνος, ὥσπερ ἐκ μιᾶς ὥρμησαν ἀμφότεροι παλαίστρας ἐπὶ τοὺς μεγίστους ἀγῶνας.

索修斯·塞内基奥啊,正如西蒙尼德所言,伊利翁并不对随阿开奥斯人一同出征的科林斯人心怀怨恨,因为格劳科斯一行人原本就是科林斯人,也曾极力为他们〔特洛伊人〕助战;同样,无论是罗马人还是希腊人,因从这部包含布鲁图斯与迪翁生平的著作中获得了同等的分额而都不归咎于阿卡德米学园,这岂不是合乎情理吗?这二人中,一人曾亲炙柏拉图,另一人则受柏拉图言论的涵育,两人宛如出自同一所摔跤学舍,双双奔赴最为宏大的赛场。

§1.3

καὶ τὸ μὲν ὅμοια πολλὰ καὶ ἀδελφὰ πράξαντας μαρτυρῆσαι2 τῷ καθηγεμόνι τῆς ἀρετῆς ὅτι δεῖ φρονήσει καὶ δικαιοσύνῃ δύναμιν ἐπὶ τὸ αὐτὸ καὶ τύχην συνελθεῖν, ἵνα κάλλος ἅμα καὶ μέγεθος αἱ πολιτικαὶ πράξεις λάβωσιν, οὐ θαυμαστόν ἐστιν.

他们做出了许多相似而同气连枝的作为,向这位美德的引导者证明:力量与运气必须在同一处与审慎和正义相结合,政治行动方能兼具美感与崇高,这也绝非不可思议之事。

§1.4

ὡς γὰρ Ἱππόμαχος ὁ ἀλείπτης ἔλεγε τοὺς γεγυμνασμένους παρʼ αὐτῷ καὶ κρέας ἐξ ἀγορᾶς ἰδὼν φέροντας ἐπιγνῶναι πόρρωθεν,3 οὕτω τόν λόγον ἐστὶν εἰκὸς τῶν πεπαιδευμένων ὁμοίως ἕπεσθαι ταῖς πράξεσιν, ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐπιφέροντα4 μετὰ τοῦ πρέποντος.

正如体操教师希波马科斯所说,即使只是远远看见那些在他门下受训的人从市场上提肉走过,他也能认出来;同样,受过良好教养者的理性言论自然也会贯穿于其行动之中,并伴随着合宜得体而带来某种协调与节奏。

语法注4 条
  1. 1.1ἴσον φερομένους

    分词 φερομένους 为中间语态,构成习惯表达 ἴσον φέρεσθαι,意为“为自身获得同等的份额/同等的益处”。其在句法上修饰不定式 ἐγκαλεῖν 的宾格逻辑主语μήτε Ῥωμαίους μήτε Ἕλληνας。

  2. 1.3πράξαντας μαρτυρῆσαι

    带有定冠词的不定式短语 τὸ ... μαρτυρῆσαι 担任全句主语,与表语 οὐ θαυμαστόν ἐστιν 结合。宾格分词 πράξαντας 充当不定式 μαρτυρῆσαι 的逻辑主语,意指前句中提到的迪翁与布鲁图斯两人。

  3. 1.4τοὺς γεγυμνασμένους παρʼ αὐτῷ καὶ κρέας ἐξ ἀγορᾶς ἰδὼν φέροντας ἐπιγνῶναι πόρρωθεν

    由 ἔλεγε 引出的宾格加不定式结构。不定式 ἐπιγνῶναι 的逻辑主语与主句主语 Ἱππόμαχος 一致因而省略,这由主格分词 ἰδὼν 所印证。τοὺς γεγυμνασμένους ... φέροντας 则是 ἐπιγνῶναι 的直接宾语。

  4. 1.4ἐπιφέροντα

    分词 ἐπιφέροντα 为阳性单数宾格,修饰作为不定式 ἕπεσθαι 逻辑主语的 τὸν λόγον(受过教养者的理性/言论)。属格 τῶν πεπαιδευμένων 作 λόγον 的定语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:1.1-1.4