- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:18.1-18.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯出于嫉妒切断了迪翁的财源,为挽回自己在学者中的声誉,通过阿契塔等人威逼利诱,促成柏拉图第三次前往西西里。
χρόνου δὲ προϊόντος ὁ Διονύσιος ζηλοτυπῶν καὶ δεδοικὼς τοῦ Δίωνος τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἐπαύσατο τὰς προσόδους ἀποστέλλων καὶ τὴν οὐσίαν παρέδωκεν ἰδίοις ἐπιτρόποις.
随着时间的推移,狄奥尼修斯嫉妒并恐惧希腊人对迪翁的好感,便停止向他汇送收入,并将他的财产转交给自己指派的管账人。
βουλόμενος δὲ καὶ τὴν εἰς τοὺς φιλοσόφους διὰ Πλάτωνα κακοδοξίαν ἀναμάχεσθαι, πολλοὺς συνῆγε τῶν πεπαιδεῦσθαι δοκούντων.
他又希望挽回因柏拉图一事而在哲学家群体中招致的恶名,于是招揽了许多被认为有学识的人。
φιλοτιμούμενος δὲ τῷ διαλέγεσθαι περιεῖναι πάντων, ἠναγκάζετο τοῖς Πλάτωνος παρακούσμασι κακῶς χρῆσθαι.
但他争强好胜,妄图在辩论中胜过所有人,结果不得不拙劣地搬弄从柏拉图那里听来的一知半解之言。
καὶ πάλιν ἐκεῖνον ἐπόθει, καὶ κατεγίνωσκεν αὐτός αὑτοῦ μὴ χρησάμενος παρόντι1 μηδὲ διακούσας ὅσα καλῶς εἶχεν.
他再次思念起柏拉图,并自责在柏拉图尚在身边时未能善加请教,亦未曾悉心听取那些至善之理。
οἷα δὲ τύραννος ἔμπληκτος ἀεὶ ταῖς ἐπιθυμίαις καὶ πρὸς πᾶσαν ὀξύρροπος σπουδήν, εὐθὺς ὥρμησεν ἐπὶ τὸν Πλάτωνα, καὶ πᾶσαν μηχανὴν αἴρων, συνέπεισε τοὺς περὶ Ἀρχύταν Πυθαγορικοὺς τῶν ὁμολογουμένων ἀναδόχους γενομένους καλεῖν Πλάτωνα· διʼ ἐκείνου γὰρ αὐτοῖς ἐγεγόνει φιλία καὶ ξενία τὸ πρῶτον.
然而,正如僭主在欲望上往往变幻无常,对任何热望都极易冲动倾注一般,他立刻将心思投向柏拉图,施展一切手段,说服阿契塔及其周遭的毕达哥拉斯派学者作为协议的担保人去邀请柏拉图;因为他们最初的友谊与宾主关系本就是通过柏拉图建立起来的。
οἱ δʼ ἔπεμψαν Ἀρχέδημον παρʼ αὐτόν· ἔπεμψε δὲ καὶ Διονύσιος τριήρη καὶ φίλους δεησομένους τοῦ Πλάτωνος·
学者们便派阿耳刻德摩斯前往他那里;狄奥尼修斯也派出了一艘三列桨座战船和若干友人去恳请柏拉图。
αὐτός τε σαφῶς καὶ διαρρήδην ἔγραψεν ὡς οὐδὲν ἂν γένοιτο τῶν μετρίων Δίωνι μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα.2
他自己更是明确而直截了当地写道,倘若柏拉图不愿受劝前往西西里,迪翁将得不到任何合理的宽宥,但若受到说服成行,一切皆可如愿。
πολλαὶ δʼ ἀφίκοντο πρὸς Δίωνα παρὰ τῆς ἀδελφῆς καὶ γυναικὸς ἐπισκήψεις, δεῖσθαι Πλάτωνος ὑπακοῦσαι Διονυσίῳ3 καὶ μὴ πρόφασιν παρασχεῖν.
迪翁的姐妹和妻子也屡屡发来嘱托,催促他去恳求柏拉图顺从狄奥尼修斯,切勿留下口实。
οὕτω μὲν δή φησιν ὁ Πλάτων ἐλθεῖν τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ Σκύλλαν, "ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσειε Χάρυβδιν."
正是如此,柏拉图自述他第三次前往斯库拉周围的海峡,“好再次度过那毁灭一切的卡律布狄斯”。
- 18.4κατεγίνωσκεν αὐτός αὑτοῦ μὴ χρησάμενος παρόντι
动词 καταγιγνώσκω 接属格(αὑτοῦ)表示“谴责/判定某人有罪”。主格代词 αὐτός 用以强化主语(狄奥尼修斯自身)。分词短语 μὴ χρησάμενος παρόντι(带主观否定词 μὴ)表达自责的具体内容或原因,即“自责在柏拉图尚在身边时未能加以请教利用”。
- 18.7μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα
两个对称的属格独立结构(μὴ πεισθέντος Πλάτωνος 与 πεισθέντος δὲ)充当间接引语中潜势希求法(οὐδὲν ἂν γένοιτο ... [πάντα ἂν γένοιτο])的条件从句(前件),意为“如果柏拉图不愿受劝前往西西里……但如果受到说服,一切便都能办到”。
- 18.8δεῖσθαι Πλάτωνος ὑπακοῦσαι Διονυσίῳ
不定式 δεῖσθαι 用作同格或解释性不定式,用以说明前面的名词 ἐπισκήψεις(指示、托付)的具体内容。其逻辑主语是迪翁,即家人叮嘱迪翁去恳求柏拉图顺从狄奥尼修斯。
