- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:19.1-19.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
柏拉图抵达西西里受到盛大欢迎并深得僭主信任,但两人因迪翁的复权暗生嫌隙。在阿里斯提波斯预言两人终将决裂之际,狄奥尼修斯变卖了迪翁的家产,并将柏拉图逐至敌视他的雇佣兵营区居住。
ἐλθὼν δὲ μεγάλης μὲν αὐτὸν ἐνέπλησε χαρᾶς, μεγάλης δὲ πάλιν ἐλπίδος Σικελίαν, συνευχομένην καὶ συμφιλοτιμουμένην Πλάτωνα μὲν Φιλίστου περιγενέσθαι, φιλοσοφίαν δὲ τυραννίδος.
柏拉图抵达后,使狄奥尼修斯充满极大的喜悦,同时也让全西西里满怀极大的希望,举国上下共同祈愿并热切期盼柏拉图能够战胜菲利斯托斯,哲学能够战胜僭主政治。
ἦν δὲ πολλὴ μὲν τῶν γυναικῶν σπουδὴ περὶ αὐτόν, ἐξαίρετος δὲ παρὰ τῷ Διονυσίῳ πίστις, ἣν οὐδεὶς ἄλλος εἶχεν, ἀδιερεύνητον αὐτῷ πλησιάζειν.1 δωρεὰς δὲ χρημάτων πολλῶν καὶ πολλάκις τοῦ μὲν διδόντος, τοῦ δὲ μὴ δεχομένου, παρὼν Ἀρίστιππος ὁ Κυρηναῖος ἀσφαλῶς ἔφη μεγαλόψυχον εἶναι Διονύσιον· αὐτοῖς μὲν γὰρ μικρὰ διδόναι πλειόνων δεομένοις, Πλάτωνι δὲ πολλὰ μηδὲν λαμβάνοντι.
妇人们对他备极关照,而他在狄奥尼修斯那里更享有一种无人可比的非凡信任——可以未经搜身便近前晋见。狄奥尼修斯屡次赠予巨额钱财,柏拉图却概不接受;当时在场的居勒尼的阿里斯提波斯便说,狄奥尼修斯大度得万无一失:因为对于他们这些需要更多钱的人,僭主只给微薄的一点,而对于分文不取的柏拉图,却赠予重金。
μετὰ δὲ τὰς πρώτας φιλοφροσύνας, ἀρξαμένου Πλάτωνος ἐντυγχάνειν περὶ Δίωνος, ὑπερθέσεις τὸ πρῶτον ἦσαν, εἶτα μέμψεις καὶ διαφοραὶ λανθάνουσαι τοὺς ἐκτός, ἐπικρυπτομένου Διονυσίου καὶ ταῖς ἄλλαις τὸν Πλάτωνα θεραπείαις καὶ τιμαῖς πειρωμένου παράγειν ἀπὸ τῆς Δίωνος εὐνοίας, οὐδʼ αὐτὸν ἔν γε τοῖς πρώτοις χρόνοις ἀποκαλύπτοντα2 τὴν ἀπιστίαν αὐτοῦ καὶ ψευδολογίαν, ἀλλʼ ἐγκαρτεροῦντα καὶ σχηματιζόμενον. οὕτω δὲ διακειμένων πρὸς ἀλλήλους καὶ λανθάνειν πάντας οἰομένων. ἑλίκων ὁ Κυζικηνός εἷς τῶν Πλάτωνος συνήθων ἡλίου προεῖπεν ἔκλειψιν καὶ γενομένης ὡς προεῖπε, θαυμασθεὶς ὑπὸ τοῦ τυράννου δωρεὰν ἔλαβεν ἀργυρίου τάλαντον.
最初的热情款待过后,柏拉图开始就迪翁的事宜进行进言,起初遭遇的是一再拖延,继而是外人不得而知的责难与嫌隙。狄奥尼修斯极力掩饰,并企图用其他的礼遇与恩荣来诱使柏拉图放弃对迪翁的好感;柏拉图本人在最初的一段时间里也并未揭穿对方的背信弃义和谎话连篇,而是隐忍克制、维持着表面的和睦。 就在两人各怀心思、自以为能瞒过众人之时,柏拉图的密友之一、基齐库斯的赫利孔预言了一次日食;日食如期发生后,他受到僭主的叹赏,获得了一塔兰同白银的赏赐。
Ἀρίστιππος δὲ παίζων πρὸς τοὺς ἄλλους φιλοσόφους ἔφη τι καὶ αὐτὸς ἔχειν τῶν παραδόξων προειπεῖν. ἐκείνων δὲ φράσαι δεομένων, προλέγω τοίνυν, εἶπεν, ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους.3
阿里斯提波斯戏谑地对其他哲学家说,自己也有惊人之语可以预言。在众人求他说出来的催促下,“那么我预言,”他说道,“不久之后柏拉图与狄奥尼修斯就会反目成仇。”
τέλος δὲ τὴν μ?ὲν οὐσίαν τοῦ Δίωνος ὁ Διονύσιος ἐπώλει καὶ τὰ χρήματα κατεῖχε, Πλάτωνα δʼ ἐν τῷ περὶ τὴν οἰκίαν κήπῳ διαιτώμενον εἷς τοὺς μισθοφόρους μετέστησε πάλαι μισοῦντας αὐτὸν καὶ ζητοῦντας ἀνελεῖν ὡς πείθοντα Διονύσιον ἀφεῖναι τὴν τυραννίδα καὶ ζῆν ἀδορυφόρητον,
最终,狄奥尼修斯变卖了迪翁的财产并扣留了钱财,更将原本住在王宫周围庭园中的柏拉图迁往雇佣兵的营区;这些雇佣兵早已痛恨柏拉图并图谋除掉他,因为他们认为柏拉图正在劝说狄奥尼修斯放弃僭主之位、在没有卫队保护的情况下生活。
- 19.3ἀδιερεύνητον αὐτῷ πλησιάζειν
不定词 πλησιάζειν 作同位语,用以解释和具体说明前文名词 πίστις(信任、特权)的实质内容。形容词 ἀδιερεύνητον 起谓词性(副词性)作用,意为“未经(卫兵)搜身”。指柏拉图晋见僭主时免于武器搜查这一极其罕见的特权与信任。
- 19.5οὐδʼ αὐτὸν ἔν γε τοῖς πρώτοις χρόνοις ἀποκαλύπτοντα
此处出现变格/破格现象(anakolouthon):从逻辑上看,此句与前面的属格独立结构(ἐπικρυπτομένου Διονυσίου καὶ ... πειρωμένου...)形成对举,本应使用属格(οὐδ' αὐτοῦ ... ἀποκαλύπτοντος),却采用了宾格分词短语(αὐτὸν ... ἀποκαλύπτοντα)。这可能是受前文不定词 παράγειν 的宾语 τὸν Πλάτωνα 吸引所致。其逻辑主语仍是柏拉图本人,意为“他本人在初期亦未曾揭露……”。
- 19.7ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους
ὀλίγου χρόνου 是表示时间范围的属格(genitive of time within which),意为“在短时间内”、“不久”。动词 προλέγω 在间接引语中接宾格加将来时分词结构(Πλάτωνα καὶ Διονύσιον ... γενησομένους),意为“柏拉图与狄奥尼修斯将成为仇敌”。
