- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:17.1-17.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪翁在雅典阿卡德米学院潜心研习哲学并与斯珀西波斯交好,其谦逊得体的举止赢得了希腊各城邦的爱戴与殊荣;在墨伽拉拜访权贵受阻时,他反思了自己在叙拉古昔日的同样作风。
ταῦτα ἐπειρᾶτο ποιεῖν Πλάτων, καὶ Δίωνα τρέψας ἐπὶ φιλοσοφίαν ἐν Ἀκαδημείᾳ συνεῖχεν.
柏拉图尽力履行这些托付,引导迪翁致力于哲学,并使他留在阿卡德米学院。
ᾤκει μὲν οὖν ἐν ἄστει παρὰ Καλλίππῳ τινὶ τῶν γνωρίμων, ἀγρὸν δὲ διαγωγῆς χάριν ἐκτήσατο, καὶ τοῦτον ὕστερον εἰς Σικελίαν πλέων Σπευσίππῳ δωρεὰν ἔδωκεν, ᾧ μάλιστα τῶν Ἀθήνησι φίλων ἐχρῆτο καὶ συνδιῃτᾶτο, βουλομένου τοῦ Πλάτωνος ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ παιδιᾶς ἐμμελοῦς κατὰ καιρὸν ἁπτομένῃ κεραννύμενον ἀφηδύνεσθαι τοῦ Δίωνος τὸ ἦθος.
迪翁便在城中借宿于一位熟人卡利普斯之处,但为了休养而置办了一座乡间庄园,后来启航前往西西里时,将它赠予了斯珀西波斯。在雅典的朋友中,迪翁与斯珀西波斯交往最密,日常起居亦在一起;这是因为柏拉图希望迪翁的性情能在与富于风雅、善于合度戏谑的交往熏陶下得到调和与柔化。
τοιοῦτος δέ τις ὁ Σπεύσιππος ἦν· ᾗ καὶ σκῶψαι ἀγαθὸν αὐτὸν ἐν τοῖς Σίλλοις ὁ Τίμων προσηγόρευσεν.
斯珀西波斯正是这样一个人,因此蒂蒙在《嘲讽诗》中亦称他“善于逗趣”。
αὐτῷ δὲ Πλάτωνι χορηγοῦντι παίδων χορῷ τόν τε χορὸν ἤσκησεν ὁ Δίων καὶ τὸ δαπάνημα πᾶν ἐτέλεσε παρʼ ἑαυτοῦ, συγχωροῦντος τοῦ Πλάτωνος τὴν τοιαύτην φιλοτιμίαν πρὸς τοὺς Ἀθηναίους, ὡς ἐκείνῳ μᾶλλον εὔνοιαν ἢ δόξαν αὐτῷ φέρουσαν.1
当柏拉图本人担任少年合唱队的发起人时,迪翁不仅训练了合唱队,还由自己承担了全部开支;柏拉图之所以准许对雅典人展示这种慷慨争胜之举,是因为他认为这会为迪翁赢得善意,而非为自己谋取虚名。
ἐπεφοίτα δὲ καὶ ταῖς ἄλλαις πόλεσιν ὁ Δίων, καὶ συνεσχόλαζε καὶ συνεπανηγύριζε τοῖς ἀρίστοις καὶ πολιτικωτάτοις ἀνδράσιν, οὐδὲν ἐν τῇ διαίτῃ σόλοικον ἐπιδεικνύμενος οὐδὲ τυραννικὸν οὐδὲ ἐπιτεθρυμμένον, ἀλλὰ σωφροσύνην καὶ ἀρετὴν καὶ ἀνδρείαν καὶ περὶ λόγους καὶ περὶ φιλοσοφίαν εὐσχήμονας διατριβάς.
迪翁亦游历了其他城邦,与最优秀、最具政治才干的显贵们共同消磨闲暇、参与盛典,在生活起居中未曾显露丝毫粗鄙、僭妄或骄奢放荡之气,而是展现了审慎、美德、勇敢,以及在言论与哲学探讨上的优雅修养。
ἐφʼ οἷς εὔνοια παρὰ πάντων ἐγίνετο καὶ ζῆλος αὐτῷ τιμαί τε δημόσιαι καὶ ψηφίσματα παρὰ τῶν πόλεων.
因着这些品质,他赢得了众人的好意与推崇,并获得了各城邦授予的公权荣誉与嘉奖令。
Λακεδαιμόνιοι δὲ καὶ Σπαρτιάτην αὐτὸν ἐποιήσαντο, τῆς Διονυσίου καταφρονήσαντες ὀργῆς, καίπερ αὐτοῖς τότε προθύμως ἐπὶ τοὺς Θηβαίους συμμαχοῦντος.2
斯巴达人甚至接纳他为斯巴达公民,全然无视狄奥尼修斯的愤怒,尽管狄奥尼修斯当时正竭力作为盟友支援他们对抗忒拜人。
λέγεται δέ ποτε τὸν Δίωνα τοῦ Μεγαρέως Πτοιοδώρου δεόμενον ἐπὶ τὴν οἰκίαν ἐλθεῖν ἦν δέ, ὡς ἔοικε, τῶν πλουσίων τις καὶ δυνατῶν ὁ Πτοιόδωρος·
据说有一次,迪翁因事求访墨伽拉的普托奥多罗斯而来到其府邸;普托奥多罗斯似乎是当地的一位富豪权贵。
ὄχλον οὖν ἐπὶ θύραις ἰδὼν ὁ Δίων καὶ πλῆθος ἀσχολιῶν καὶ δυσέντευκτον αὐτὸν καὶ δυσπρόσοδον, ἀπιδὼν πρὸς τοὺς φίλους δυσχεραίνοντας καὶ ἀγανακτοῦντας, τί τοῦτον ἔφη, μεμφόμεθα; καὶ γὰρ αὐτοὶ πάντως ἐν Συρακούσαις ὅμοια τούτοις ἐποιοῦμεν.
迪翁见门前人群拥挤、事务纷繁,而那人又难以通达、不易接见,便回望身旁那些愤慨不满的朋友,说道: “我们为何要责备这人呢? 须知我们在叙拉古之时,所作所为岂不也全与此一模一样吗?”
- 17.5ὡς ἐκείνῳ μᾶλλον εὔνοιαν ἢ δόξαν αὐτῷ φέρουσαν
在由连词 ὡς 引导的分词结构中(表示前文独立属格 συγχωροῦντος τοῦ Πλάτωνος 的主观动机),指示代词 ἐκείνῳ 与 αὐτῷ 的指涉对象至为关键。ἐκείνῳ 指代主句的主语迪翁(对思考者而言为相对疏隔的对象),而 αὐτῷ 则指代独立属格在逻辑上的主语柏拉图自身。整句表明柏拉图认为此举带给迪翁(ἐκείνῳ)的雅典人善意,远大过带给柏拉图自己(αὐτῷ)的个人虚名。
- 17.8καίπερ αὐτοῖς τότε προθύμως ἐπὶ τοὺς Θηβαίους συμμαχοῦντος
带有让步连词 καίπερ 的独立属格结构。分词 συμμαχοῦντος 的逻辑主语在句中未重复出现,而是承前直接由前文名词短语 τῆς Διονυσίου ... ὀργῆς 中的属格名词 Διονυσίου 充当,意即“尽管当时狄奥尼修斯正热切地与他们结盟对抗忒拜人”。
