← 普鲁塔克

狄翁传

§14.1-14.7

致迦太基密信败露与迪翁被流放

在反对派对迪翁与柏拉图的公开诋毁不断升级之际,迪翁写给迦太基长官的密信败露,狄奥尼修斯遂以叛逆罪指控迪翁,并将其强行流放至意大利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

οὐκέτʼ οὖν καθʼ ἕνα καὶ λαθραίως, ἀλλὰ πάντες ἀναφανδὸν ἐλοιδόρουν τὸν Δίωνα, λέγοντες ὡς οὐ λέληθε κατεπᾴδων1 καὶ καταφαρμάσσων τῷ Πλάτωνος λόγῳ Διονύσιον, ὅπως ἀφέντος ἑκουσίως αὐτοῦ καὶ προεμένου τὴν ἀρχὴν ὑπολαβὼν εἰς τοὺς Ἀριστομάχης περιστήσῃ παῖδας, ὧν θεῖός ἐστιν.

于是,众人不再是个别且暗中行动,而是全都公开诽谤迪翁,称他分明是在用柏拉图的说辞迷惑并毒害狄奥尼修斯的心智,好让狄奥尼修斯在自愿放弃并交出政权之后,由他接手并将统治权转交给他身为其舅父的阿里斯托玛凯的孩子们。

§14.2

ἔνιοι δὲ προσεποιοῦντο δυσχεραίνειν, εἰ2 πρότερον μὲν Ἀθηναῖοι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσι μεγάλαις δεῦρο πλεύσαντες ἀπώλοντο καὶ διεφθάρησαν πρότερον ἢ λαβεῖν Συρακούσας, νυνὶ δὲ διʼ ἑνὸς σοφιστοῦ καταλύουσι τὴν Διονυσίου τυραννίδα, συμπείσαντες αὐτὸν ἐκ τῶν μυρίων δορυφόρων ἀποδράντα, καὶ καταλιπόντα τὰς τετρακοσίας τριήρεις καὶ τοὺς μυρίους ἱππεῖς καὶ τοὺς πολλάκις τοσούτους ὁπλίτας, ἐν Ἀκαδημείᾳ τὸ σιωπώμενον ἀγαθὸν ζητεῖν καὶ διὰ γεωμετρίας εὐδαίμονα γενέσθαι, τὴν ἐν ἀρχῇ καὶ χρήμασι καὶ τρυφαῖς εὐδαιμονίαν Δίωνι καὶ τοῖς Δίωνος ἀδελφιδοῖς προέμενον.

有些人甚至装出愤愤不平的样子,声称从前雅典人率领庞大的水陆大军航行至此,尚未攻克叙拉古便全军覆没、化为齑粉,如今却企图借助一个智者来推翻狄奥尼修斯的僭主统治,劝诱他从一万名亲卫军中脱逃,抛下四百艘三层桡桨战船、一万名骑兵以及数倍于此的重装步兵,去学园里寻觅那讳莫如深的至善,借由几何学求得幸福,却把立足于权位、财富与奢靡的幸福拱手让给迪翁和迪翁的外甥们。

§14.4

ἐκ τούτων ὑποψίας πρῶτον, εἶτα καὶ φανερωτέρας ὀργῆς καὶ διαφορᾶς γενομένης, ἐκομίσθη τις ἐπιστολὴ κρύφα πρὸς Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸς τοὺς Καρχηδονίων ἐπιμελητάς κελεύων, ὅταν Διονυσίῳ περὶ τῆς εἰρήνης διαλέγωνται, μὴ χωρὶς αὐτοῦ ποιήσασθαι τὴν ἔντευξιν, ὡς πάντα θησομένους3 ἀμεταπτώτως διʼ αὐτοῦ.

由此先是产生了猜忌,继而演变为更为公开的愤怒与龃龉;就在这时,一封迪翁写给迦太基行政长官的信函被秘密送到了狄奥尼修斯手中。迪翁在信中叮嘱他们,每当与狄奥尼修斯商讨和平事宜时,切不可在没有他在场的情况下举行会谈,因为通过他,他们将稳妥敲定一切事宜。

§14.5

ταύτην ἀναγνοὺς Διονύσιος Φιλίστῳ καὶ μετʼ ἐκείνου βουλευσάμενος, ὥς φησι Τίμαιος, ὑπῆλθε τὸν Δίωνα πεπλασμέναις διαλύσεσι· καὶ μέτρια σκηψάμενος διαλλάττεσθαί τε φήσας, μόνον τε ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸς τὴν θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν καὶ κατηγόρησεν ὡς συνισταμένου μετὰ Καρχηδονίων ἐπʼ αὐτόν.4

据提迈奥斯所述,狄奥尼修斯将这封信读给菲利斯托斯听,并与他商议之后,便以虚假的修好姿态接近迪翁;他装出和解的温和态度,声称要与他和睦相处,并将他独自一人带至卫城下方靠近大海的地方,出示了这封信,指控他与迦太基人串通企图反对自己。

§14.7

ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνος οὐκ ἀνασχόμενος, ἀλλʼ εὐθὺς, ὡς εἶχεν, ἐνθέμενος εἰς ἀκάτιον προσέταξε τοῖς ναύταις κομίζοντας αὐτὸν ἐκθεῖναι πρὸς τὴν Ἰταλίαν.

随后,在迪翁意欲申辩时,他根本不予听取,而是立即命人将迪翁照着当下的模样送上一艘小船,吩咐水手将其押送并放到意大利岸上。

语法注4 条
  1. 14.1οὐ λέληθε κατεπᾴδων

    由否定词 οὐ 与 λανθάνω 及补充性分词(κατεπᾴδων)构成的双重否定句式。字面意为“他在施咒并非不为人知”,即表达“他分明是在施咒迷惑”。

  2. 14.2προσεποιοῦντο δυσχεραίνειν, εἰ

    在表达情感或情绪的动词(此处为 δυσχεραίνω,“感到愤怒/厌恶”)之后,连词 εἰ 引导的名词性从句并不表示假设,而是表达导致该情绪的既成事实(相当于 ὅτι,意为“对……感到愤慨”)。

  3. 14.4ὡς πάντα θησομένους

    表示主观意图或期望的 ὡς 连用将来时分词阳性复数宾格(θησομένους)。其逻辑主语与前文介词短语中的宾语 τοὺς ... ἐπιμελητάς(迦太基长官们)一致,表示“深信他们(迦太基方)将稳妥裁定一切”。

  4. 14.6ὡς συνισταμένου μετὰ Καρχηδονίων ἐπʼ αὐτόν

    指控动词 κατηγόρησεν 之后连接 ὡς 与属格分词(συνισταμένου)的句式。其形式可视为属格独立结构,亦可视为受动词支配并指代迪翁的属格宾语,用 ὡς 引出指控的罪名内容(“指控他正与迦太基人串通企图反对自己”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:14.1-14.7