- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯因放逐迪翁引发城内外不安而心怀恐惧,便辩解称这只是一次外出,并准许迪翁的亲族将大批资财与随从运往伯罗奔尼撒。
γενομένου δὲ τούτου καὶ φανέντος ὠμοῦ τοῖς ἀνθρώποις, τὴν μὲν οἰκίαν τοῦ τυράννου πένθος εἶχε διὰ τὰς γυναῖκας, ἡ δὲ πόλις τῶν Συρακουσίων ἐπῆρτο πράγματα νεώτερα καὶ μεταβολὴν προσδεχομένη ταχεῖαν ἐκ τοῦ περὶ Δίωνα θορύβου καὶ τῆς πρὸς τὸν τύραννον ἀπιστίας τῶν ἄλλων.
此事既成,且在众人眼中显得十分残酷,僭主的府邸因女人们而笼罩在悲痛之中;叙拉古城邦也由于围绕迪翁的风波以及其余众人对僭主的不信任,正处于激动不安之中,企盼着政局更迭与迅捷的变革。
ἃ δὴ συνορῶν ὁ Διονύσιος καὶ δεδοικώς, τοὺς μὲν φίλους παρεμυθεῖτο καὶ τὰς γυναῖκας ὡς οὐ φυγῆς, ἀλλʼ ἀποδημίας τῷ Δίωνι γεγενημένης, ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη·1
狄奥尼修斯看清了这些情形并心生恐惧,便抚慰朋友们和女人们,声称迪翁经历的并非流放,而是一次外出旅行,以免自己因迪翁在场时的傲慢而发怒,被迫犯下更恶劣的过错。
δύο δὲ ναῦς παραδοὺς τοῖς Δίωνος οἰκείοις ἐκέλευσεν ἐνθεμένοις ὅσα βούλοιντο τῶν ἐκείνου χρήματα καὶ θεράποντας ἀπάγειν2 πρὸς αὐτὸν εἰς Πελοπόννησον.
接着,他把两艘船交给了迪翁的亲族,吩咐他们将他们所愿的迪翁的财物与仆役装载上船,运送到伯罗奔尼撒交给他。
ἦν δʼ οὐσία μεγάλη τῷ Δίωνι καὶ σχεδόν τι τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν, ἣν οἱ φίλοι συλλαβόντες ἐκόμιζον.
迪翁本就家资巨万,在起居用度方面的排场和陈设几乎与僭主无异,他的朋友们将这些收拾齐全运送了过去。
ἄλλα δʼ ἐπέμπετο πολλὰ παρὰ τῶν γυναικῶν καὶ τῶν ἑταίρων, ὥστε χρημάτων ἕνεκα καὶ πλούτου λαμπρὸν ἐν τοῖς Ἕλλησιν εἶναι καὶ διαφανῆναι τῇ τοῦ φυγάδος εὐπορίᾳ τὴν τῆς τυραννίδος δύναμιν.
女人们和同伴们也送去了许多其他物品,以致迪翁因金钱与财富而在希腊人中显耀无比,这位流亡者的富足也反过来彰显了那僭主统治的权势。
- 15.2ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη
由 ὡς μή 引领的否定目的从句,接过去历史时序下的祈愿语气动词 βιασθείη。从句主语为狄奥尼修斯本人,表达他所声称的理由:以免自己因迪翁在场时的傲慢无礼(αὐτοῦ παρόντος 为属格独立结构)动怒,从而被迫犯下更严重的过错。
- 15.3ἐκέλευσεν ἐνθεμένοις ... ἀπάγειν
分词 ἐνθεμένοις(与格复数)与分词 παραδούς 所带的间接宾语 τοῖς Δίωνος οἰκείοις 在格上保持一致(与格吸引)。在此类不定式(ἀπάγειν)的指示句型中,动作的发动者未采用常规的不定式逻辑主语宾格,而是配合了前面的与格。
