- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:13.1-13.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
柏拉图抵达西西里并受到狄奥尼修斯的热烈欢迎,宫廷中随之掀起了研习哲学与崇尚温和的风气。狄奥尼修斯在传统祈祷中所说的话让菲利斯托斯一派深感危机。
ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων Πλάτων εἰς Σικελίαν ἀφικόμενος περὶ μὲν τὰς πρώτας ἀπαντήσεις θαυμαστῆς ἐτύγχανε φιλοφροσύνης καὶ τιμῆς.
在局势处于这般境况之际,柏拉图抵达西西里,在最初的会面中受到了令人惊叹的热情接待与尊荣。
καὶ γὰρ ἅρμα τῶν βασιλικῶν αὐτῷ παρέστη κεκοσμημένον διαπρεπῶς ἀποβάντι τῆς τριήρους, καὶ θυσίαν ἔθυσεν ὁ τύραννος ὡς εὐτυχήματος μεγάλου τῇ ἀρχῇ προσγεγονότος.
确实,当他走下三层桡桨战船时,一辆装潢华丽的王室车辆便已为他备好,僭主甚至献上了祭品,以为其统治迎来了莫大的幸事。
αἰδὼς δὲ συμποσίων καὶ σχηματισμὸς αὐλῆς καὶ πρᾳότης αὐτοῦ τοῦ τυράννου περὶ ἕκαστα τῶν χρηματιζομένων θαυμαστὰς ἐνέδωκεν ἐλπίδας μεταβολῆς τοῖς πολίταις.
而宴饮中的审慎节制、宫廷礼仪的整肃,以及僭主本人在处理各项政务时的温和,皆令公民们对局势的转变燃起了惊人的希望。
φορὰ δέ τις ἦν ἐπὶ λόγους καὶ φιλοσοφίαν ἁπάντων, καὶ τὸ τυραννεῖον, ὥς φασι, κονιορτὸς ὑπὸ πλήθους τῶν γεωμετρούντων κατεῖχεν.
众人中间兴起了一股研习学问与哲学的风气;正如人们所说,由于绘制几何图形者众多,宫殿里弥漫着灰尘。
ἡμερῶν δὲ ὀλίγων διαγενομένων θυσία μὲν ἦν πάτριος ἐν τοῖς τυραννείοις τοῦ δὲ κήρυκος, ὥσπερ εἰώθει, κατευξαμένου διαμένειν τὴν τυραννίδα ἀσάλευτον πολλοὺς χρόνους, ὁ Διονύσιος λέγεται παρεστὼς, οὐ παύσῃ, φάναι, καταρώμενος ἡμῖν;1
数日过去,宫中举行了传统的祭祀仪式;当传令官按照惯例祈求僭主政权历经长久岁月仍坚固不拔时,据说站在一旁的狄奥尼修斯说道: “你难道就不能停止 诅咒我们吗?”
τοῦτο κομιδῇ τοὺς περὶ τὸν Φίλιστον ἐλύπησεν, ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.2
这让菲利斯托斯一派的人深感忧虑,因为他们认为,如果仅凭如今短暂的交往,柏拉图就已经这般改变并扭转了这个年轻人的心志,那么随着岁月和相处日久,柏拉图的影响力必将变得不可阻挡。
- 13.5οὐ παύσῃ, φάναι, καταρώμενος ἡμῖν;
带有否定词 οὐ 的将来时疑问句(οὐ παύσῃ;)用于表达强烈的督促或实质上的命令(“难道你不能停止……吗?”)。动词 παύομαι 带有表示停止行为的补充分词(καταρώμενος),而与格 ἡμῖν 则是 καταράομαι 所要求的受害与格(“对我们施加诅咒”)。
- 13.6ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.
分词 ἡγουμένους 与主句宾语 τοὺς περὶ τὸν Φίλιστον 一致,引导间接引语的带不定式宾格结构(谓语宾格 ἄμαχον,逻辑主语 τὴν δύναμιν)。随后的 εἰ 从句包含两个完成时直陈式动词(ἠλλοίωκεν, μεταβέβληκε),其省略的逻辑主语是柏拉图,而 τὸ μειράκιον(年轻人)与其心智(τὴν γνώμην)共同作为及物动词的宾语(“改变了那个年轻人的心思”)。
