- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:10.1-10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪翁劝说小狄奥尼修斯邀请哲学泰斗前来西西里以接受教导,力陈统治的长久不在于恐惧与强力,而在于美德、正义以及如父般善待民众,由僭主蜕变为王者。
τὸν δʼ υἱὸν αὐτοῦ, καθάπερ εἴρηται, διαλελωβημένον ἀπαιδευσίᾳ καὶ συντετριμμένον τὸ ἦθος ὁ Δίων ὁρῶν παρεκάλει πρὸς παιδείαν τραπέσθαι καὶ δεηθῆναι τοῦ πρώτου τῶν φιλοσόφων πᾶσαν δέησιν ἐλθεῖν εἰς Σικελίαν· ἐλθόντι δὲ παρασχεῖν αὑτόν,1 ὅπως διακοσμηθεὶς τὸ ἦθος εἰς ἀρετῆς λόγον, καὶ πρὸς τὸ θειότατον ἀφομοιωθεὶς παράδειγμα τῶν ὄντων καὶ κάλλιστον, ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί,2 πολλὴν μὲν εὐδαιμονίαν ἑαυτῷ μηχανήσεται, πολλὴν δὲ τοῖς πολίταις, ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετʼ εὐμενείας πατρονομούμενα παρασχών3 καὶ γενόμενος βασιλεὺς ἐκ τυράννου.
迪翁见其子正如前述那样因缺乏教育而遭败坏、品性受挫,便劝勉他转向受教育,以极尽恳求之能事去请求哲学家之翘楚前来西西里;并在其到来后将自己交付于他,以便依循美德的理路整饬自己的品格,并使自己同万物中最神圣、至美的范型相似——全宇宙正因顺从其引领,才从无序变为井然的宇宙——由此,他将为自己谋得巨大的幸福,也为城邦公民谋得巨大的幸福,将他们如今在专制强力胁迫下怀着沮丧所操持的一切政务,转化为以温厚仁善、节制与正义如父般加以治理的局面,从而由僭主蜕变为真正的王者。
τοὺς γὰρ ἀδαμαντίνους δεσμοὺς οὐχ, ὥσπερ ὁ πατὴρ ἔλεγεν αὐτοῦ, φόβον καὶ βίαν καὶ νεῶν πλῆθος εἶναι4 καὶ βαρβάρων μυρίανδρον φυλακήν, εὔνοιαν δὲ καὶ προθυμίαν καὶ χάριν ἐγγενομένην ὑπʼ ἀρετῆς καὶ δικαιοσύνης, ἅ, καίπερ ὄντα μαλακώτερα τῶν συντόνων καὶ σκληρῶν ἐκείνων, ἰσχυρότερα πρὸς διαμονὴν ἡγεμονίας ὑπάρχειν.
因为迪翁指出,所谓的“金刚石束缚”并不像他父亲所说的那样是恐惧、暴力、众多的战舰以及由万人蛮族组成的卫队,而是由美德与正义所催生的善意、热忱与感恩;这些力量虽然比那些绷紧而冷酷的手段更为柔和,但对于统治的恒久维持却更为强大有力。
χωρὶς δὲ τούτων ἀφιλότιμον εἶναι καὶ ἄζηλον τὸν ἄρχοντα, τῷ μὲν σώματι περιττῶς ἀμπεχόμενον καὶ τῇ περὶ τὴν οἴκησιν ἁβρότητι καὶ κατασκευῇ λαμπρυνόμενον, ὁμιλίᾳ δὲ καὶ λόγῳ μηδὲν ὄντα τοῦ προστυχόντος σεμνότερον, μηδὲ τῆς ψυχῆς τὸ βασίλειον ἀξιοῦντα κεκοσμημένον ἔχειν βασιλικῶς καὶ πρεπόντως.
除此以外,统治者若在肉体上极尽华服,因居所的骄奢与陈设而光彩耀目,然而在交际与言谈中却并不比寻常路人更具尊严,更不以为有必要将自己灵魂的殿堂装点得具有王者气度与得体相称,这是毫无荣誉感且不值一顾的。
- 10.2ἐλθόντι δὲ παρασχεῖν αὑτόν
不定式 παρασχεῖν 承接前句的主动词 παρεκάλει,作为一系列并列从属不定式之一(τραπέσθαι ... δεηθῆναι ... παρασχεῖν),表示迪翁劝说的内容。与格分词 ἐλθόντι 指代前文提到的“哲学家之翘楚”,意为“待其到来后,向其交付自身”。
- 10.2ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί
关系代词 ᾧ 的先行词是前文的 τὸ θειότατον ... παράδειγμα(至圣之范型)。ἡγουμένῳ 处于谓语性位置(“作为引领者”),由支配与格的分词 πειθόμενον(服从、顺从)所支配。全句骨架表达的是一种宇宙论观点:“全宇宙(τὸ πᾶν)正是通过服从作为引领者的它,才得以从无序(ἐξ ἀκοσμίας)变为有序之宇宙(κόσμος)”。
- 10.3ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετʼ εὐμενείας πατρονομούμενα παρασχών
关系从句 ὅσα ... τῆς ἀρχῆς(他们如今在统治的强迫下怀着沮丧所操持的一切事务)由指示代词 ταῦτα 承接,并作为分词 παρασχών 的直接宾语。πατρονομούμενα 为中性复数宾格被动分词,充当 ταῦτα 的谓语性补足语,意为“使这些政务呈现出以节制、正义及仁厚如父般被治理的状态”。
- 10.4τοὺς γὰρ ἀδαμαντίνους δεσμοὺς οὐχ, ὥσπερ ὁ πατὴρ ἔλεγεν αὐτοῦ, φόβον καὶ βίαν καὶ νεῶν πλῆθος εἶναι
此处是由“宾格+不定式”构成的间接引语(τοὺς δεσμοὺς ... εἶναι ... ὑπάρχειν ... ἀφιλότιμον εἶναι τὸν ἄρχοντα),承接前文迪翁的说理,语境中暗含了“迪翁主张道”。宾格 τοὺς ἀδαμαντίνους δεσμοὺς 作不定式 εἶναι 的主语,后面的 φόβον 等词及相对应的 εὔνοιαν 等词则作宾格表语。
