← 普鲁塔克

狄翁传

§9.1-9.8

老狄奥尼修斯的猜忌与对儿子的幽禁教育

迪翁试图通过自由教育来引导年轻的僭主,然而其父因畏惧篡权而将儿子幽闭深宫、故意使其荒疏愚昧。文中进一步详述了老狄奥尼修斯极端的猜疑、恐惧以及对亲眷部属的严苛防范与暴行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

αἰτίαν δέ τούτου τὴν ἀπαιδευσίαν εἶναι νομίζων ἐμβαλεῖν αὐτὸν εἰς διατριβὰς ἐλευθερίους ἐφιλοτιμεῖτο καὶ γεῦσαι λόγων καὶ μαθημάτων ἠθοποιῶν, ὡς ἀρετήν τε παύσαιτο δεδιὼς καὶ τοῖς καλοῖς χαίρειν ἐθισθείη.

迪翁认为造成这种局面的根源在于缺乏教养,于是极力想要引导他投身于合乎自由人身份的学术研习,并使他体会塑造品格的言论与学艺,以期他不再对美德心存戒惧,而能习惯于乐于向善。

§9.2

φύσει γὰρ οὐ γεγόνει τῶν φαυλοτάτων τυράννων ὁ Διονύσιος, ἀλλʼ ὁ πατὴρ, δεδοικώς μὴ φρονήματος μεταλαβὼν καὶ συγγενόμενος νοῦν ἔχουσιν ἀνθρώποις ἐπιβουλεύσειεν αὐτῷ καὶ παρέλοιτο τὴν ἀρχήν, ἐφρούρει κατάκλειστον οἴκοι, διʼ ἐρημίαν ὁμιλίας ἑτέρας καὶ ἀπειρίᾳ πραγμάτων, ὥς φασιν, ἁμάξια καὶ λυχνίας καὶ δίφρους ξυλίνους καὶ τραπέζας τεκταινόμενον.1

因为小狄奥尼修斯天性并非最劣等的僭主,而是其父唯恐他养成轩昂的气概,并因与有识之士结交而谋害自己、篡夺统治权,遂将他锁闭在深宫之中加以防范;由于缺乏与外界的交际以及对实际政事的懵懂,据说他只能亲自动手制作小车、烛台、木凳和桌几。

§9.3

οὕτω γὰρ ἦν ἄπιστος καὶ πρὸς ἅπαντας ἀνθρώπους ὕποπτος καὶ προβεβλημένος διὰ φόβον ὁ πρεσβύτερος Διονύσιος ὥστε μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀφελεῖν κουρικαῖς μαχαίραις, ἀλλὰ τῶν πλαστῶν τις ἐπιφοιτῶν ἄνθρακι τὴν κόμην περιέκαιεν.

原来,老狄奥尼修斯竟是如此多疑、对全人类抱有戒心且因恐惧而时刻防备,乃至连头发也不敢用理发剪修剪,而是让一名泥塑工进宫,用炽炭将他的头发烙去。

§9.4

εἰσῄει δὲ πρὸς αὐτὸν εἰς τὸ δωμάτιον οὔτε ἀδελφὸς οὔθʼ υἱὸς ὡς ἔτυχεν ἠμφιεσμένος, ἀλλʼ ἔδει πρὶν εἰσελθεῖν ἀποδύντα τὴν ἑαυτοῦ στολὴν ἕκαστον ἑτέραν ἀναλαβεῖν, ὁραθέντα γυμνὸν ὑπὸ τῶν φυλαττόντων.2

而且,无论兄弟还是儿子,谁也不能随随便便穿着自己的衣服进入他的寝室,而是必须在进入前脱去本人的袍服,赤身露体接受守卫的检视,然后再换上另一件衣裳。

§9.5

ἐπεὶ δὲ Λεπτίνης ὁ ἀδελφὸς αὐτῷ ποτε χωρίου φύσιν ἐξηγούμενος λαβὼν λόγχην παρά τινος τῶν δορυφόρων ὑπέγραψε τὸν τόπον, ἐκείνῳ μὲν ἰσχυρῶς ἐχαλέπηνε, τὸν δέ δόντα τὴν λόγχην ἀπέκτεινεν.

有一次,他的弟弟莱普蒂内斯在向他解释某处的地势时,从一名侍卫手中取过长矛在地上勾画方位,老狄奥尼修斯对弟弟勃然大怒,而将借出长矛之人直接处死。

§9.6

ἔλεγε δέ τοὺς φίλους φυλάττεσθαι νοῦν ἔχοντας εἰδὼς3 καὶ βουλομένους μᾶλλον τυραννεῖν ἢ τυραννεῖσθαι.

他还说,自己之所以戒备朋友,是因为深知他们胸怀才智,宁愿行使统治而不愿受人统治。

§9.7

καὶ Μαρσύαν δέ τινα τῶν προηγμένων ὑπʼ αὐτοῦ καὶ τεταγμένων ἐφʼ ἡγεμονίας ἀνεῖλε δόξαντα κατὰ τοὺς ὕπνους σφάττειν αὐτόν,4 ὡς ἀπʼ ἐννοίας μεθημερινῆς καὶ διαλογισμοῦ τῆς ὄψεως ταύτης εἰς τὸν ὕπνον αὐτῷ παραγενομένης.

此外,有一位名叫马耳绪阿斯的人,本是他一手提拔并委以将领之职的,也被他处决,因为此人在睡梦中梦见将他刺杀——他声称这样的幻象之所以出现在梦境中,必定是源于白日的念头和谋划。

§9.8

ὁ μὲν δὴ Πλάτωνι θυμωθείς ὅτι μὴ πάντων αὐτὸν ἀνθρώπων ἀνδρειότατον ὄντα ἀπέφηνεν, οὕτω περίφοβον καὶ τοσούτων ὑπὸ δειλίας κακῶν μεστὴν εἶχε τὴν ψυχήν.

正是这个因柏拉图未曾宣称他是天下最英勇之人而大动肝火的人,其内心深处竟如此恐惧不安,并因怯懦而充满如此繁多的祸端。

语法注4 条
  1. 9.2τεκταινόμενον

    阳性单数宾格现在分词,修饰主句动词 ἐφρούρει 省略的宾语(即年轻的狄奥尼修斯,与 κατάκλειστον 呼应)。表明老僭主在囚禁防范儿子的同时,儿子在深宫中以从事木工作为消遣。

  2. 9.4ἀποδύντα τὴν ἑαυτοῦ στολὴν ἕκαστον ἑτέραν ἀναλαβεῖν, ὁραθέντα γυμνὸν ὑπὸ τῶν φυλαττόντων

    由无人称动词 ἔδει 引领的宾格不定式结构。ἕκαστον 是不定式 ἀναλαβεῖν 的逻辑主语,宾格分词 ἀποδύντα 与 ὁραθέντα 均与其在性数格上保持一致。其基本脉络为:“各人(ἕκαστον)必须在脱下衣服(ἀποδύντα)并裸身受检(ὁραθέντα)后,穿上另一件衣服(ἑτέραν ἀναλαβεῖν)”。

  3. 9.6ἔλεγε δέ τοὺς φίλους φυλάττεσθαι νοῦν ἔχοντας εἰδὼς

    φυλάττεσθαι 为中动相,意为“为自身提防/戒备”,接宾格 τοὺς φίλους 作其宾语。分词 εἰδώς(因深知)的主语是主句动词 ἔλεγε 的主语(老狄奥尼修斯),而宾格分词短语 νοῦν ἔχοντας καὶ βουλομένους... 则修饰 τοὺς φίλους,充当其所知悉的内容与对象。

  4. 9.7δόξαντα κατὰ τοὺς ὕπνους σφάττειν αὐτόν

    δόξαντα 为阳性单数宾格不定过去时分词,修饰前面的 Μαρσύαν,δοκέω 与 κατὰ τοὺς ὕπνους 连用意为“(在睡梦中自以为,即)梦见”,此处意为“梦见刺杀他”。据历史轶事,马耳绪阿斯因自述梦见自己刺杀僭主而招致杀身之祸。αὐτόν 指老狄奥尼修斯本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:9.1-9.8