← 普鲁塔克

狄翁传

§11.1-11.7

柏拉图受邀访锡拉库萨与菲利斯托斯归来

在迪翁的屡次劝说下,年轻的狄奥尼修斯对柏拉图产生强烈渴望并致信邀请,柏拉图为践行哲学欣然应邀;与迪翁为敌者则设法从流放中召回菲利斯托斯以抗衡柏拉图的影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ταῦτα πολλάκις τοῦ Δίωνος παραινοῦντος, καὶ τῶν λόγων τοῦ Πλάτωνος ἔστιν οὕστινας ὑποσπείροντος, ἔσχεν ἔρως τὸν Διονύσιον ὀξὺς καὶ περιμανὴς τῶν τε λόγων καὶ τῆς συνουσίας τοῦ Πλάτωνος.

由于迪翁屡次进献这些忠告,并悄然播撒柏拉图的某些言论,狄奥尼修斯对柏拉图的言谈与交往产生了一种炽烈而几近疯狂的渴望。

§11.2

εὐθὺς οὖν Ἀθήναζε πολλὰ μὲν ἐφοίτα γράμματα παρὰ τοῦ Διονυσίου, πολλαὶ δʼ ἐπισκήψεις παρὰ τοῦ Δίωνος, ἄλλαι δʼ ἐξ Ἰταλίας παρὰ τῶν Πυθαγορικῶν, διακελευομένων παραγενέσθαι καὶ νέας ψυχῆς ἐξουσίᾳ μεγάλῃ καὶ δυνάμει περιφερομένης ἐπιλαβέσθαι καὶ κατασχεῖν ἐμβριθεστέροις λογισμοῖς.

于是,从狄奥尼修斯那里发往雅典的信函立即络绎不绝,迪翁的殷切督请亦复如此,还有来自意大利毕达哥拉斯派学者的其他督请,敦促柏拉图前去,把握住这个在巨大威权与势力中随波逐流的年轻灵魂,并以更为沉稳持重的理性考量将其稳固。

§11.3

Πλάτων μὲν οὖν, ὥς φησιν αὐτός, ἑαυτὸν αἰσχυνθεὶς μάλιστα, μὴ δόξειε λόγος εἶναί μόνον, ἔργου δʼ ἑκὼν οὐδενὸς ἂν ἅψασθαι,1 καὶ προσδοκήσας διʼ ἑνὸς ἀνδρὸς ὥσπερ ἡγεμονικοῦ μέρους ἐκκαθαρθέντος ὅλην ἰατρεύσειν Σικελίαν νοσοῦσαν, ὑπήκουσεν.

至于柏拉图,正如他自己所言,最主要的是感到在自己面前蒙羞,唯恐自己显得空有言辞而绝不愿亲手触及任何实务,又期望通过净化这作为统摄部分的一人,来疗愈患病的整个西西里,于是应允前往。

§11.4

οἱ δὲ τῷ Δίωνι πολεμοῦντες φοβούμενοι τὴν τοῦ Διονυσίου μεταβολήν ἔπεισαν αὐτὸν ἀπὸ τῆς φυγῆς μεταπέμπεσθαι Φίλιστον, ἄνδρα καὶ πεπαιδευμένον περὶ λόγους καὶ τυραννικῶν ἠθῶν ἐμπειρότατον, ὡς ἀντίταγμα πρὸς Πλάτωνα καὶ φιλοσοφίαν ἐκεῖνον ἕξοντες.2

然而,那些与迪翁为敌的人由于畏惧狄奥尼修斯发生转变,便说服狄奥尼修斯将菲利斯托斯从流放中召回——此人既在文辞上受过良好教育,又对僭主式品性极具阅历——企图用他作为对抗柏拉图和哲学的制衡力量。

§11.5

ὁ γὰρ δὴ Φίλιστος ἐξ ἀρχῆς τε τῇ τυραννίδι καθισταμένῃ προθυμότατον ἑαυτὸν παρέσχε, καὶ τὴν ἄκραν διεφύλαξε φρουραρχῶν ἐπὶ πολὺν χρόνον. ἦν δὲ λόγος ὡς καὶ τῇ μητρὶ πλησιάζοι τοῦ πρεσβυτέρου Διονυσίου, τοῦ τυράννου μὴ παντάπασιν ἀγνοοῦντος.

因为这位菲利斯托斯从一开始僭主政治草创之际便表现得极其热心,且作为卫戍官长期守卫着卫城。坊间亦有传言称他与老狄奥尼修斯的母亲私通,而僭主对此也并非一无所知。

§11.6

ἐπεὶ δὲ Λεπτίνης, ἐκ γυναικὸς ἣν διαφθείρας ἑτέρῳ συνοικοῦσαν ἔσχε γενομένων αὐτῷ δυεῖν θυγατέρων,3 τὴν ἑτέραν ἔδωκε Φιλίστῳ μηδὲ φράσας πρὸς Διονύσιον, ὀργισθεὶς ἐκεῖνος τὴν μὲν γυναῖκα τοῦ Λεπτίνου δήσας ἐν πέδαις καθεῖρξε, τὸν δὲ Φίλιστον ἐξήλασε Σικελίας, φυγόντα παρὰ ξένους τινὰς εἰς τὸν Ἀδρίαν, ὅπου καὶ δοκεῖ τὰ πλεῖστα συνθεῖναι τῆς ἱστορίας σχολάζων.

但是,当莱普提内斯与一个原本与他人同居却被他引诱并占为己有的妇女生下两个女儿,并未告知狄奥尼修斯便将其中一个许配给菲利斯托斯时,狄奥尼修斯大怒,用脚镣捆缚并囚禁了莱普提内斯的妻子,将菲利斯托斯逐出西西里;菲利斯托斯逃至亚得里亚海沿岸的一些友人处,人们认为他正是在那里得闲撰写了其历史著作的绝大部分。

§11.7

οὐ γὰρ ἐπανῆλθε τοῦ πρεσβυτέρου ζῶντος, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτήν, ὥσπερ εἴρηται, κατήγαγεν αὐτὸν ὁ πρὸς Δίωνα τῶν ἄλλων φθόνος, ὡς αὐτοῖς τε μᾶλλον ἐπιτήδειον ὄντα καὶ τῇ τυραννίδι βεβαιότερον.

因为他在老狄奥尼修斯在世时未能返回;但在其去世后,正如前文所述,其他人对迪翁的嫉妒促成了菲利斯托斯的复归,认为他对于他们自己更为合适,对僭主政治也更为牢靠。

语法注3 条
  1. 11.3μὴ δόξειε λόγος εἶναί μόνον, ἔργου δʼ ἑκὼν οὐδενὸς ἂν ἅψασθαι

    由 αἰσχυνθείς(感到羞耻、顾忌)所引出的表担忧/防范的从句,在历史时态后使用希求法 δόξειε。不定式 ἂν ἅψασθαι 带有小词 ἄν,表潜能用法,相当于直接引语中的 οὐδενὸς ἂν ἁψαίμην(绝不会染指任何行动)转入间接引语。

  2. 11.4ὡς ἀντίταγμα πρὸς Πλάτωνα καὶ φιλοσοφίαν ἐκεῖνον ἕξοντες

    小词 ὡς 与将来时分词 ἕξοντες 连用,表达主句谓语 ἔπεισαν 的主语(与迪翁为敌者)的主观意图或目的。ἐκεῖνον 指被召回的菲利斯托斯,ἀντίταγμα 作宾语补足语(“作为对制力量/抗衡者”)。

  3. 11.6ἐκ γυναικὸς ἣν διαφθείρας ἑτέρῳ συνοικοῦσαν ἔσχε γενομένων αὐτῷ δυεῖν θυγατέρων

    结构复杂的嵌套句。其骨架为属格绝对结构 γενομένων αὐτῷ δυεῖν θυγατέρων(当他生下两个女儿时),前置介词短语 ἐκ γυναικός 修饰该分词,而 γυναικός 又由关系从句 ἣν διαφθείρας ἑτέρῳ συνοικοῦσαν ἔσχε(趁她与他人同居时诱拐占有的妇人)修饰。全句主语是置于句首的 Λεπτίνης,其主谓动词为后方的 ἔδωκε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:11.1-11.7