- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:86.1-86.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记述了克利奥帕特拉自杀方式的诸种传闻(毒蛇咬伤或私藏毒药),以及恺撒隆重合葬她与安东尼的经过、两人的寿命和身后雕像的处置。
λέγεται δὲ τὴν ἀσπίδα κομισθῆναι σὺν τοῖς σύκοις ἐκείνοις καὶ τοῖς θρίοις ἄνωθεν ἐπικαλυφθεῖσαν, οὕτω γὰρ τὴν Κλεοπάτραν κελεῦσαι, μηδὲ αὐτῆς ἐπισταμένης τῷ σώματι προσπεσεῖν τὸ θηρίον· ὡς δὲ ἀφαιροῦσα τῶν σύκων εἶδεν, εἰπεῖν· ἐνταῦθα ἦν ἄρα τοῦτο·1 καὶ τὸν βραχίονα παρασχεῖν τῷ δήγματι γυμνώσασαν.
据说眼镜蛇是和那些无花果一起被送进来的,上面覆盖着无花果叶;因为克利奥帕特拉如此吩咐,好让那毒虫在连她自己都未察觉时便袭向她的身体。但当她拨开无花果看见它时,便说: “原来它在这里;”接着便露出手臂,迎受叮咬。
οἱ δὲ τηρεῖσθαι μὲν ἐν ὑδρίᾳ τὴν ἀσπίδα καθ̔ειργμένην φάσκουσιν, ἠλακάτῃ δέ τινι χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ διαγριαινούσης ὁρμήσασαν ἐμφῦναι τῷ βραχίονι. τὸ δὲ ἀληθὲς οὐδεὶς οἶδεν· ἐπεὶ καὶ φάρμακον αὐτὴν ἐλέχθη φορεῖν ἐν κνηστίδι κοίλῃ, τὴν δὲ κνηστίδα κρύπτειν τῇ κόμῃ· πλὴν οὔτε κηλὶς ἐξήνθησε τοῦ σώματος οὔτε ἄλλο φαρμάκου σημεῖον.
另有人说,那条眼镜蛇一直被关在一个水罐里养着,克利奥帕特拉用一根金纺锤逗弄它、激怒它,它便扑上来咬住了她的手臂。然而真相无人知晓;因为也有人说,她把毒药装在一枚空心发簪中,并将发簪藏在头发里;但她的身体上既没有泛起斑痕,也没有显出任何中毒的迹象。
οὐ μὴν οὐδὲ τὸ θηρίον ἐντὸς ὤφθη, συρμοὺς δέ τινας αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. ἔνιοι δὲ καὶ τὸν βραχίονα τῆς Κλεοπάτρας ὀφθῆναι δύο νυγμὰς ἔχοντα λεπτὰς καὶ ἀμυδράς· οἷς ἔοικε πιστεῦσαι καὶ ὁ Καῖσαρ. ἐν γὰρ τῷ θριάμβῳ τῆς Κλεοπάτρας αὐτῆς εἴδωλον ἐκομίζετο καὶ τῆς ἀσπίδος ἐμπεφυκυίας.2 ταῦτα μὲν οὖν οὕτω λέγεται γενέσθαι.
此外,室内根本没有发现毒虫的踪影,不过有人声称在靠近大海的地方看见了它爬行留下的一道道痕迹,那处正是房间开有窗户、凭海远眺之处。还有人说,看见克利奥帕特拉的手臂上有两处细小微弱的蜇伤;看来恺撒本人也相信这种说法。因为在他的凯旋仪式上,便抬着一座克利奥帕特拉本人的雕像,上面有眼镜蛇紧附其上。关于此事,传闻便是如此。
Καῖσαρ δέ, καίπερ ἀχθεσθεὶς ἐπὶ τῇ τελευτῇ τῆς γυναικός, ἐθαύμασε τὴν εὐγένειαν αὐτῆς· καὶ ταφῆναι τὸ σῶμα σὺν Ἀντωνίῳ λαμπρῶς καὶ βασιλικῶς ἐκέλευσεν. ἐντίμου δὲ καὶ τὰ γύναια κηδείας ἔτυχεν αὐτοῦ προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν ἑνὸς δέοντα τεσσαράκοντα ἔτη3 βιώσασα, καὶ τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, συνάρξασα δὲ Ἀντωνίῳ πλείω τῶν δεκατεσσάρων.
恺撒虽然对这位夫人的去世感到扼腕,却赞赏她的高贵气节;他下令将她的遗体与安东尼合葬,极其隆重体面,尽显王室威仪。在恺撒的吩咐下,侍女们也得到了体面的安葬。克利奥帕特拉去世时活了三十九岁,其中作为女王执政二十二年,与安东尼共同统治达十四年以上。
Ἀντώνιον δὲ οἱ μὲν ἕξ, οἱ δὲ τρισὶ τὰ πεντήκοντα ὑπερβαλεῖν φασιν. αἱ μὲν οὖν Ἀντωνίου καθῃρέθησαν εἰκόνες, αἱ δὲ Κλεοπάτρας κατὰ χώραν ἔμειναν, Ἀρχιβίου τινὸς τῶν φίλων αὐτῆς δισχίλια τάλαντα Καίσαρι δόντος, ἵνα μὴ τὸ αὐτὸ ταῖς Ἀντωνίου πάθωσιν.4
至于安东尼,有人说他超过五十岁有六年,有人说有三年。安东尼的雕像全被推倒了,但克利奥帕特拉的雕像却得以留在原处,因为她的友人中有一位名叫阿尔基比乌斯的,向恺撒献上了两千塔兰同,以免她的雕像落得与安东尼的雕像相同的下场。
- 86.1ἐνταῦθα ἦν ἄρα τοῦτο
未完成过去时 ἦν 与小词 ἄρα 连用,表示刚刚发觉一直以来便已存在的事实(即所谓的“认识性未完成过去时”或“哲学性未完成过去时”),意为“原来这东西(蛇)一直就在这里啊”。
- 86.3τῆς ἀσπίδος ἐμπεφυκυίας
该属格分词短语与前文的 τῆς Κλεοπάτρας αὐτῆς 并列,作 εἴδωλον(雕像)的属格定语(“克利奥帕特拉本人及紧附其上的毒蛇的雕像”);亦可理解为伴随情况的属格,描绘凯旋式中所展示塑像的生动姿态。
- 86.4ἑνὸς δέοντα τεσσαράκοντα ἔτη
古希腊语中表示减法数词的惯用表达,使用动词 δέω(欠缺)的中性复数宾格分词,字面意为“缺一的四十年”,即三十九岁(三十九年)。
- 86.5ἵνα μὴ τὸ αὐτὸ ταῖς Ἀντωνίου πάθωσιν
τὸ αὐτό 搭配与格(ταῖς Ἀντωνίου [εἰκόσιν]),表示“与……相同的事物”,与 πάθωσιν 连用构成否定目的从句,意为“以免它们遭遇与安东尼的雕像相同的下场”。
