← 普鲁塔克

安东尼传

§85.1-85.4

克利奥帕特拉自尽与侍女殉主

克利奥帕特拉通过藏在无花果篮中的毒物从容自尽,并给恺撒留下一封请求与安东尼合葬的信件。当使者急忙赶到时,发现女王已着盛装自尽身亡,而侍女哈尔米翁在死前庄严地为主人扶正王冠,骄傲地倒在榻旁殉主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§85.1

τοιαῦτα ὀλοφυραμένη καὶ στέψασα καὶ κατασπασαμένη τὴν σορὸν ἐκέλευσεν αὑτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα λαμπρὸν ἄριστον ἠρίστα. καί τις ἧκεν ἀπʼ ἀγροῦ κίστην τινὰ κομίζων· τῶν δὲ φυλάκων ὅ τι φέροι πυνθανομένων ἀνοίξας καὶ ἀφελὼν τὰ θρῖα σύκων ἐπίπλεων τὸ ἀγγεῖον ἔδειξε.

如此哀哭之后,她给石棺戴上花冠并亲吻了石棺,接着吩咐为自己准备沐浴。沐浴并躺下后,她享用了一顿丰盛的午餐。这时,一个人从乡下提着一个篮子走来;卫兵们查问他带了什么,他打开篮子,揭去无花果树叶,给他们看装满无花果的器皿。

§85.2

θαυμασάντων δὲ τὸ κάλλος καὶ τὸ μέγεθος μειδιάσας παρεκάλει λαβεῖν· οἱ δὲ πιστεύσαντες ἐκέλευον εἰσενεγκεῖν. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον ἔχουσα γεγραμμένην καὶ κατασεσημασμένην1 ἀπέστειλε πρὸς Καίσαρα, καὶ τοὺς ἄλλους ἐκποδὼν ποιησαμένη πλὴν τῶν δυεῖν ἐκείνων γυναικῶν τὰς θύρας ἔκλεισε.

见卫兵们惊叹于果实的美丽与硕大,他微笑着请他们拿一些;卫兵们信以为真,便叫他送进去。午餐过后,克利奥帕特拉准备了一封写好并封妥的书信送交恺撒,然后打发走了除那两名侍女以外的所有人,关上了门。

§85.3

Καῖσαρ δὲ λύσας τὴν δέλτον, ὡς ἐνέτυχε λιταῖς καὶ ὀλοφυρμοῖς δεομένης2 αὐτὴν σὺν Ἀντωνίῳ θάψαι, ταχὺ συνῆκε τὸ πεπραγμένον. καὶ πρῶτον μὲν αὐτὸς ὥρμησε βοηθεῖν, ἔπειτα τοὺς σκεψομένους κατὰ τάχος ἔπεμψεν. ἐγεγόνει δʼ ὀξὺ τὸ πάθος. δρόμῳ γὰρ ἐλθόντες καὶ τοὺς μὲν φυλάττοντας οὐδὲν ᾐσθημένους καταλαβόντες, τὰς δὲ θύρας ἀνοίξαντες, εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κατακειμένην κλίνῃ, κεκοσμημένην βασιλικῶς.

恺撒拆开书简,一看到她请求将自己与安东尼合葬的恳辞与悲鸣,立刻明白了所发生的事情。起初他亲自冲出去救援,随后又急速派遣人员前去探视。然而灾祸发生得异常迅捷。因为差役们一路狂奔赶到,发现守卫们竟毫无所觉,他们推开房门,发现她已经气绝身亡,身着王室华服,横卧在金榻之上。

§85.4

τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς λεγομένη πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χάρμιον ἤδη σφαλλομένη καὶ καρηβαροῦσα κατεκόσμει τὸ διάδημα τὸ περὶ τὴν κεφαλὴν αὐτῆς. εἰπόντος δέ τινος ὀργῇ· καλὰ ταῦτα, Χάρμιον·3 κάλλιστα μὲν οὖν, ἔφη, καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων. πλέον δὲ οὐδὲν εἶπεν, ἀλλʼ αὐτοῦ παρὰ τὴν κλίνην ἔπεσε.

侍女中,那名叫作艾拉斯的正在脚边咽气,而哈尔米翁虽然身子已经摇晃、头脑昏沉,却仍在为主人整理额上的王冠。有人愤怒地说道: “这就是体面的事吗,哈尔米翁?” “何止体面,简直好极了,”她说,“而且配得上如此众多君王的后裔。” 她没有再多说一个字,就在榻旁一头栽倒在地。

语法注3 条
  1. 85.2δέλτον ἔχουσα γεγραμμένην καὶ κατασεσημασμένην

    动词 ἔχω 与完成时被动分词(γεγραμμένην 和 κατασεσημασμένην)连用的迂回结构,表示持有已写就并封好的书板的状态,修饰主语并与主动词 ἀπέστειλε(寄送)相衔接。

  2. 85.3δεομένης

    属格阴性单数分词,语义上的主语是指克利奥帕特拉(省略了代词 αὐτῆς)。它既可理解为与前文的哀求和叹息相联系的修饰成分,亦可看作独立属格结构的省略形式。

  3. 85.4καλὰ ταῦτα, Χάρμιον

    省略了系动词 ἐστί 的修辞性感叹/反问句,伴随怒气(ὀργῇ)发出,具有反讽意味(“哈尔米翁,这就是体面/好事吗?”)。哈尔米翁答语中的小词 μὲν οὖν 起到对前言进行纠正并予以最高级强化的作用(“何止体面,实为最好”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:85.1-85.4