- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:87.1-87.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述屋大维娅抚养安东尼留下的诸子女并安排联姻,使安东尼的血脉与帝国皇室紧密相连,并最终延续至克劳狄乌斯、卡里古拉和尼禄等后继罗马皇帝。
Ἀντωνίου δὲ γενεὰν ἀπολιπόντος ἐκ τριῶν γυναικῶν ἑπτὰ παῖδας, ὁ πρεσβύτατος Ἄντυλλος ὑπὸ Καίσαρος ἀνῃρέθη μόνος· τοὺς λοιποὺς δὲ Ὀκταουία παραλαβοῦσα μετὰ τῶν ἐξ ἑαυτῆς ἔθρεψε. καὶ Κλεοπάτραν μὲν τὴν ἐκ Κλεοπάτρας Ἰόβᾳ τῷ χαριεστάτῳ βασιλέων συνῴκισεν, Ἀντώνιον δὲ τὸν ἐκ Φουλβίας οὕτω μέγαν ἐποίησεν ὥστε τὴν πρώτην παρὰ Καίσαρι τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας παίδων ἐχόντων, τρίτον εἶναι καὶ δοκεῖν Ἀντώνιον.1
安东尼由三位妻子留下了七个子女,其中唯有长子安图卢斯被恺撒处决;其余的孩子则由屋大维娅接去,与她自己的儿女一同抚养。她将克利奥帕特拉所生的女儿克利奥帕特拉嫁给了诸王中最具风雅的尤巴,又使富尔维娅所生的儿子安东尼受到极高礼遇,以至于在恺撒身边享有的尊荣中,阿格里帕居首位,莉维娅的诸子居次席,而安东尼既位列第三,亦被视作第三。
ἐκ δὲ Μαρκέλλου δυεῖν αὐτῇ θυγατέρων οὐσῶν, ἑνὸς δὲ υἱοῦ Μαρκέλλου, τοῦτον μὲν ἅμα παῖδα καὶ γαμβρὸν ἐποιήσατο Καῖσαρ, τῶν δὲ θυγατέρων Ἀγρίππᾳ τὴν ἑτέραν ἔδωκεν. ἐπεὶ δὲ Μάρκελλος ἐτελεύτησε κομιδῆ νεόγαμος καὶ Καίσαρι γαμβρὸν ἔχοντα πίστιν οὐκ εὔπορον ἦν ἐκ τῶν ἄλλων φίλων ἑλέσθαι, λόγον ἡ Ὀκταουία προσήνεγκεν ὡς χρὴ τὴν Καίσαρος θυγατέρα λαβεῖν Ἀγρίππαν, ἀφέντα τὴν ἑαυτῆς.
此外,屋大维娅与马尔凯鲁斯育有二女一子马尔凯鲁斯,恺撒将这个儿子立为养子兼女婿,并将其中一个女儿许配给阿格里帕。但在马尔凯鲁斯新婚未久便去世后,恺撒很难从其余的朋友中挑选出一位值得信赖的女婿,于是屋大维娅提议阿格里帕应当休掉她自己的女儿,迎娶恺撒的女儿。
πεισθέντος δὲ Καίσαρος πρῶτον, εἶτα Ἀγρίππου, τὴν μὲν αὑτῆς ἀπολαβοῦσα συνῴκισεν Ἀντωνίῳ, τὴν δὲ Καίσαρος Ἀγρίππας ἔγημεν. ἀπολειπομένων δὲ τῶν Ἀντωνίου καὶ Ὀκταουίας δυεῖν θυγατέρων τὴν μὲν Δομίτιος Ἀηνόβαρβος ἔλαβε, τὴν δὲ σωφροσύνῃ καὶ κάλλει περιβόητον Ἀντωνίαν Δροῦσος, ὁ Λιβίας υἱός, πρόγονος δὲ Καίσαρος.2 ἐκ τούτων ἐγένετο Γερμανικὸς καὶ Κλαύδιος· ὧν Κλαύδιος μὲν ὕστερον ἦρξε, τῶν δὲ Γερμανικοῦ παίδων Γάϊος μὲν ἄρξας ἐπιφανῶς οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰ τέκνου καὶ γυναικός, Ἀγριππίνα δὲ υἱὸν ἐξ Ἀηνοβάρβου Λεύκιον Δομίτιον ἔχουσα Κλαυδίῳ Καίσαρι συνῴκησε. καὶ θέμενος τὸν υἱὸν αὐτῆς Κλαύδιος Νέρωνα Γερμανικὸν προσωνόμασεν. οὗτος ἄρξας ἐφʼ ἡμῶν ἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι3 τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτος ἀπὸ Ἀντωνίου κατʼ ἀριθμὸν διαδοχῆς γενόμενος.
首先恺撒被说服,继而阿格里帕也同意了,屋大维娅便迎回自己的女儿转嫁给安东尼,而阿格里帕迎娶了恺撒的女儿。安东尼与屋大维娅留下的两个女儿中,一位被多米提乌斯·阿埃诺巴布斯娶为妻子,而德鲁苏斯——莉维娅之子兼恺撒的继子——娶了以端庄和美貌闻名的安东尼娅。他们生下了日耳曼尼库斯和克劳狄乌斯;其中克劳狄乌斯后来做了皇帝,而日耳曼尼库斯的儿女中,盖乌斯声势显赫地统治了不长的一段时日后,便与妻儿一同被杀,阿格里皮娜则带着与阿埃诺巴布斯所生的儿子卢基乌斯·多米提乌斯改嫁克劳狄乌斯·恺撒。克劳狄乌斯立她的儿子为养子,并赐名尼禄·日耳曼尼库斯。此人在我们的时代即位为帝,弑杀生母,又因荒诞与狂乱险些倾覆了罗马人的统治,若论传袭的代数,他乃是安东尼的第五代后裔。
- 87.1ὥστε τὴν πρώτην παρὰ Καίσαρι τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας παίδων ἐχόντων, τρίτον εἶναι καὶ δοκεῖν Ἀντώνιον
在 ὥστε 引导的结果从句中,嵌入了一个属格独立结构(Ἀγρίππου 借由省略分词共享后面的 ἐχόντων),以此作为宾格加不定式结构(Ἀντώνιον ... εἶναι καὶ δοκεῖν)的背景对比成分。
- 87.3πρόγονος δὲ Καίσαρος
πρόγονος 通常意为“祖先”,但在希腊化及罗马帝国时期的希腊语(尤其是普鲁塔克著作)中,常被用作拉丁语 privignus(继子)的对应译词。此处指德鲁苏斯作为奥古斯都(恺撒)之妻莉维娅前夫之子的继子身份。
- 87.4μικρὸν ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι
使用动词 δέω(“缺少、差一点”)的过去时构成的固定习语(μικρὸν δέω + 不定词),表示“几乎/差点做了某事”。宾格副词 μικρόν 表示所差距离之微小。
