← 普鲁塔克

安东尼传

§84.1-84.4

克利奥帕特拉在安东尼墓前的哀悼

克利奥帕特拉从多拉贝拉的密报中得知自己即将被押送罗马,获准前往安东尼墓前祭奠,并对着石棺发出了沉痛的哀悼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§84.1

ἦν δὲ Κορνήλιος Δολοβέλλας ἐπιφανὴς νεανίσκος ἐν τοῖς Καίσαρος ἑταίροις. οὗτος εἶχε πρὸς τὴν Κλεοπάτραν οὐκ ἀηδῶς· καὶ τότε χαριζόμενος αὐτῇ δεηθείσῃ κρύφα πέμψας ἐξήγγειλεν ὡς αὐτὸς μὲν ὁ Καῖσαρ ἀναζεύγνυσι πεζῇ διὰ Συρίας, ἐκείνην δὲ μετὰ τῶν τέκνων ἀποστέλλειν εἰς τρίτην ἡμέραν ἔγνωκεν.

在恺撒的同伴中,有一位出身显赫的名叫科尔内利乌斯·多拉贝拉的青年。他对克利奥帕特拉怀有好感;当时他应她的恳求施以恩惠,秘密派人通报说,恺撒本人将走陆路穿过叙利亚启程,并已决定在后天将她同孩子们一起遣送走。

§84.2

ἡ δὲ ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθη Καίσαρος ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενεγκεῖν Ἀντωνίῳ· καὶ συγχωρήσαντος ἐπὶ τὸν τάφον κομισθεῖσα καὶ περιπεσοῦσα τῇ σορῷ μετὰ τῶν συνήθων γυναικῶν, ὦ φίλε Ἀντώνιε, εἶπεν, ἔθαπτον μέν σε πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος οὖσα, καὶ φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις αἰκίσασθαι1 τὸ δοῦλον τοῦτο σῶμα καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους.

她听闻此事后,首先请求恺撒准许她向安东尼献奠酒;得到允准后,她便在常随的女仆陪伴下被抬往陵墓,扑在石棺上,“亲爱的安东尼啊,”她说,“不久前我还是用一双自由的手安葬了你,而如今我却是作为一个囚徒来献酒,并且受到看押,免得以捶胸和哀哭损伤这具奴隶的躯体——这具为了针对你的凯旋式而被保留下来的躯体。

§84.3

ἄλλας δὲ μὴ προσδέχου τιμὰς ἢ χοάς· ἀλλʼ αὗταί σοι τελευταῖαι Κλεοπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους· σὺ μὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δʼ ἡ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον.2

不要再指望别的祭奠或奠酒了;随着克利奥帕特拉被押送走,这些便是给你的最后祭品。因为在活着的时候,没有任何事物能使我们分离,而如今我们却面临着在死后互换居所的危险:身为罗马人的你长眠于此,而可怜的我却将葬于意大利,仅仅分得了你祖国这么一隅土地。

§84.4

ἀλλʼ εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις (οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς), μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδʼ ἐν ἐμοὶ περΐδῃς θριαμβευόμενον σεαυτόν,3 ἀλλʼ ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν ὡς ὁ βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα.

但如果那里的神明真有什么威力和权柄(因为这里的神明已经背弃了我们),切莫抛弃你活着的妻子,也休要在我的身上坐视你自己受到凯旋式的羞辱;反而请在这里将我与你一同藏起、一并埋葬吧。因为对我而言,纵有千灾万劫,也没有哪一样能像离开你而苟活的这短短一段时光如此巨大而可怕。”

语法注3 条
  1. 84.2φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις ααἰκίσασθαι

    表示警戒、看守的分词 φρουρουμένη 后接带有否定词 μήτε 的不定式 αἰκίσασθαι,构成表示防范、阻遏的结构(“受到监视以免以……伤害”)。其后的 καὶ τηρούμενον... 是修饰 τὸ δοῦλον τοῦτο σῶμα 的定语性分词短语。

  2. 84.3τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον

    μεταλαβοῦσα 支配部分属格 τῆς σῆς... χώρας,而 τοσοῦτο... μόνον 作内宾格(副词性宾格),意指“在你祖国的土地中仅仅分得这么一点(仅容葬身之处)”,带有悲怆的反讽意味。

  3. 84.4μηδʼ ἐν ἐμοὶ περΐδῃς θριαμβευόμενον σεαυτόν

    动词 περιοράω(坐视、漠视)带补充成分分词(θριαμβευόμενον σεαυτόν),表示“休要坐视你自己被凯旋式羞辱”。ἐν ἐμοὶ 意为“在我身上”或“通过我”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:84.1-84.4