- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:83.1-83.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒探视憔悴的克利奥帕特拉,后者从辩解转为哀求,并在私匿财产的问题上殴打管事作秀以假装贪生,彻底蒙骗了恺撒。
ἧκε δὲ καὶ αὐτὸς ἡμέρας ὀλίγας διαλιπὼν ἐντευξόμενος αὐτῇ καὶ παρηγορήσων. ἡ δὲ ἔτυχε μὲν ἐν στιβάδι κατακειμένη ταπεινῶς, εἰσιόντι δʼ αὐτῷ μονοχίτων ἀναπηδήσασα προσπίπτει, δεινῶς μὲν ἐξηγριωμένη κεφαλὴν καὶ πρόσωπον, ὑπότρομος δὲ τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσιν. ἦν δὲ πολλὰ καὶ τῆς περὶ τὸ στέρνον αἰκίας καταφανῆ· καὶ ὅλως οὐθὲν ἐδόκει τὸ σῶμα τῆς ψυχῆς ἔχειν βέλτιον.
恺撒本人也在过了几天后亲自前来,打算探视并安慰她。她当时正简陋地躺在一张草垫上,但一见他走进来,她便仅穿单衣跳将起来,扑倒在他脚下;她的头发和容颜狼狈凄惨,声音微颤,眼神枯槁憔悴。胸部四周遭受摧残的伤痕也多处清晰可见;总而言之,她的肉体看起来丝毫不比她的精神状态更好。
ἡ μέντοι χάρις ἐκείνη καὶ τὸ τῆς ὥρας ἰταμὸν οὐ κατέσβεστο παντάπασιν, ἀλλὰ καὶπερ οὕτως διακειμένης ἔνδοθέν ποθεν ἐξέλαμπε καὶ συνεπεφαίνετο τοῖς κινήμασι τοῦ προσώπου. κελεύσαντος δὲ τοῦ Καίσαρος αὐτὴν κατακλιθῆναι καὶ πλησίον αὐτοῦ καθίσαντος, ἥψατο μέν τινος δικαιολογίας εἰς ἀνάγκην καὶ φόβον Ἀντωνίου τὰ πεπραγμένα τρεπούσης, ἐνισταμένου δὲ πρὸς ἕκαστον αὐτῇ τοῦ Καίσαρος ἐξελεγχομένη ταχὺ πρὸς οἶκτον μεθηρμόσατο καὶ δέησιν, ὡς δή τις ἂν μάλιστα τοῦ ζῆν περιεχομένη.1
然而,她往昔的那种娇媚与青春的奕奕神采并未全然熄灭,尽管身处这般境遇,仍从内心深处发出光彩,伴随着面部神情的流转显现出来。在恺撒命她躺下并自己在近旁坐定后,她便开始做某种辩解,将过去所为推诿于情势所迫和对安东尼的恐惧;但当恺撒逐一加以驳斥并揭穿她时,她便迅速转为乞怜与哀求,宛若一个人最贪生怕死不过的模样。
τέλος δὲ τοῦ πλήθους τῶν χρημάτων ἀναγραφὴν ἔχουσα προσέδωκεν αὐτῷ· Σελεύκου δέ τινος τῶν ἐπιτρόπων ἐλέγχοντος ὡς ἔνια κρύπτουσαν καὶ διακλέπτουσαν, ἀναπηδήσασα καὶ τῶν τριχῶν αὐτοῦ λαβομένη πολλὰς ἐνεφόρει τῷ προσώπῳ πληγάς.
最后,她拿出一份列有全部钱财数额的清单呈递给他;但当她的管事之一塞琉古揭发她隐匿且侵吞了部分财物时,她跳了起来,一把揪住他的头发,连连重拳打在他的脸上。
τοῦ δὲ Καίσαρος μειδιῶντος καὶ καταπαύοντος αὐτήν, ἀλλʼ οὐ δεινόν, εἶπεν, ὦ Καῖσαρ, εἰ σὺ μὲν ἠξίωσας ἀφικέσθαι πρὸς ἐμὲ καὶ προσειπεῖν οὕτω πράττουσαν, οἱ δὲ δοῦλοί μου κατηγοροῦσιν2 εἴ τι τῶν γυναικείων ἀπεθέμην, οὐκ ἐμαυτῇ δήπουθεν, ἡ τάλαινα, κόσμον,3 ἀλλʼ ὅπως Ὀκταουία καὶ Λιβίᾳ τῇ σῇ μικρὰ δοῦσα δι’ ἐκείνων ἵλεώ σου τύχοιμι καὶ πραοτέρου;
恺撒微笑着将她拉开制止,“可是难道不可恨吗,”她说,“恺撒啊,既然你屈尊探望身陷如此境地的我并与我交谈,我的奴仆们却因为我私存了若干女人物件而指控我——可怜的我这断然不是留着装饰自己,而是为了把些许微物赠给屋大维娅和你妻子莉薇娅,好通过她们求得你更多的仁慈与宽厚啊!”
τούτοις ὁ Καῖσαρ ἥδετο, παντάπασιν αὐτὴν φιλοψυχεῖν οἰόμενος. εἰπὼν οὖν ὅτι καὶ ταῦτα ἐπιτρέπει καὶ τἆλλα πάσης ἐλπίδος αὐτῇ χρήσεται λαμπρότερον, ᾤχετο ἀπιών, ἐξηπατηκέναι μὲν οἰόμενος, ἐξηπατημένος δὲ μᾶλλον.
恺撒听了十分欣喜,以为她完全贪生留恋性命。于是他宣称把这些东西都交由她处置,并且在其他一切方面也将给予她远超所有期望的优厚待遇,随后离去;他以为自己瞒过了她,其实反而是自己被瞒过了。
- 83.2ὡς δή τις ἂν μάλιστα τοῦ ζῆν περιεχομένη
连词 ὡς 与小词 ἄν 及现在分词 περιεχομένη(支配属格补足语 τοῦ ζῆν‘生命’)相结合的结构。小词 ἄν 赋予分词以潜能或假设色彩,表达程度与方式:“宛如任何极度贪恋生命之人所会表现出的那样”。δή 则生动地增强了语气。
- 83.4ἀλλʼ οὐ δεινόν, εἶπεν, ὦ Καῖσαρ, εἰ σὺ μὲν ἠξίωσας ... οἱ δὲ δοῦλοί μου κατηγοροῦσιν
结构为 οὐ δεινόν (ἐστι) εἰ...(“……难道不可恨/不岂有此理吗”)。在表达情感或不平的述语(δεινόν)之后,由 εἰ 引导的条件从句实际上起到了陈述既成事实的名词性从句(相当于 ὅτι 从句)的作用。从句内部则由 σὺ μέν(您屈尊……)与 οἱ δὲ δοῦλοί μου(而我的奴仆却指控……)形成鲜明对照。
- 83.4οὐκ ἐμαυτῇ δήπουθεν, ἡ τάλαινα, κόσμον
承接前文 εἴ τι τῶν γυναικείων ἀπεθέμην(“若我留下了若干女人物件”)的省略结构。名词 κόσμον 用作宾格补足语或同位语(“作为饰物”)。阴性主格的 ἡ τάλαινα(“可怜的我”)作为第一人称主语的同位语,带有自怜与博取同情的修辞色彩。
