← 普鲁塔克

安东尼传

§82.1-82.2

安东尼的葬礼与克利奥帕特拉绝食未遂

恺撒处决了恺撒里昂,却准许克利奥帕特拉隆重安葬安东尼;随后患病的克利奥帕特拉企图绝食自尽,但在恺撒以其子女相要挟之下被迫放弃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§82.1

τοῦτον μὲν οὖν ὕστερον ἀπέκτεινε μετὰ τὴν Κλεοπάτρας τελευτήν. Ἀντώνιον δὲ πολλῶν αἰτουμένων θάψαι1 καὶ βασιλέων καὶ στρατηγῶν, οὐκ ἀφείλετο Κλεοπάτρας τὸ σῶμα Καῖσαρ, ἀλλὰ ἐθάπτετο ταῖς ἐκείνης χερσὶ πολυτελῶς καὶ βασιλικῶς, πᾶσιν ὡς ἐβούλετο χρῆσθαι λαβούσης.2 ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης (ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτο) πυρετῶν ἐπιλαβόντων ἠγάπησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτως ἑαυτήν.

因此,恺撒后来在克利奥帕特拉死后将他杀害。至于安东尼,虽然有许多君王和将领请求安葬其遗体,恺撒却没有从克利奥帕特拉手中夺走,反而是由她亲手极其奢华且合乎王礼地予以安葬,因为她获准如其所愿使用一切物品。然而,由于如此巨大的悲哀与痛苦——因为她捶胸哀悼致使胸部发炎溃烂——在发烧袭来时,她欣然将此视作契机,打算以此为借口绝食,不受阻碍地结束自己的生命。

§82.2

ἦν δὲ ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, ᾧ φράσασα τἀληθὲς ἐχρῆτο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς ὁ Ὄλυμπος εἴρηκεν ἱστορίαν τινὰ τῶν πραγμάτων τούτων ἐκδεδωκώς. ὑπονοήσας δὲ Καῖσαρ ἀπειλὰς μέν τινας αὐτῇ καὶ φόβους περὶ τῶν τέκνων προσέβαλλεν, οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο3 καὶ παρεδίδου τὸ σῶμα θεραπεύειν καὶ τρέφειν τοῖς χρῄζουσιν.

她有一位亲信的医生名叫奥林波斯,她向其吐露实情,将其作为结束生命的谋士与帮凶;这正是奥林波斯本人在出版关于这些事件的历史纪事中所述的。但恺撒察觉了她的企图,便拿她的子女来对她施加威胁和恐吓;她便如遭攻城器械轰击般在这威胁面前屈服,任由愿意的人医治并滋养她的身体。

语法注3 条
  1. 82.1Ἀντώνιον δὲ πολλῶν αἰτουμένων θάψαι

    句首的宾格 Ἀντώνιον 语法上是独立属格结构 πολλῶν αἰτουμένων 中不定式 θάψαι 的宾语,但被前置到句首以凸显主题(话题化)。随后主句有其自身的直接宾语(τὸ σῶμα),因此 Ἀντώνιον 在此起到了引出新叙述主题的作用。

  2. 82.1πᾶσιν ὡς ἐβούλετο χρῆσθαι λαβούσης

    属格阴性分词 λαβούσης 在性、数、格上与前文的代词 ἐκείνης 一致。动词 λαμβάνω 搭配不定式表示“获准做某事”,πᾶσιν 则是 χρῆσθαι 所要求的与格补足语。此句并非独立属格,而是直接修饰先行属格代词的附随分词。

  3. 82.2οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο

    与格关系代词 οἷς 的先行词是前文的 ἀπειλὰς ... καὶ φόβους(“威胁与恐吓”),充当被动动词 ὑπηρείπετο(“被瓦解、被摧垮”)的工具与格。插入的 καθάπερ μηχανήμασιν(“宛如遭受攻城器械”)为比喻,将她因受到恐吓而意志崩溃的情形比作城墙在攻城兵器的撞击下颓然倒塌。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:82.1-82.2