- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:81.1-81.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安蒂卢斯遭其教师背叛而被处死,该教师因盗窃其宝石亦被钉死;企图逃往印度的恺撒里昂被诱骗折返,恺撒在阿里乌斯的进言下权衡其处置。
τῶν δὲ Ἀντωνίου παίδων ὁ μὲν ἐκ Φουλβίας Ἄντυλλος ὑπὸ Θεοδώρου τοῦ παιδαγωγοῦ παραδοθεὶς ἀπέθανε· καὶ τὴν κεφαλὴν αὐτοῦ τῶν στρατιωτῶν ἀποτεμόντων, ὁ παιδαγωγὸς ἀφελὼν ὃν ἐφόρει περὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον1 εἰς τὴν ζώνην κατέρραψεν· ἀρνησάμενος δὲ καὶ φωραθεὶς ἀνεσταυρώθη.
在安东尼的子女中,富尔维娅所生的安蒂卢斯被其家庭教师狄奥多罗斯出卖而丧命;士兵们割下他的头颅时,这位教师取下了安蒂卢斯颈项上佩戴的极其贵重的宝石,缝进自己的腰带里;但他否认此事后败露,被钉死在十字架上。
τὰ δὲ Κλεοπάτρας παιδία φρουρούμενα μετὰ τῶν τρεφόντων ἐλευθέριον εἶχε δίαιταν. Καισαρίωνα δὲ τὸν ἐκ Καίσαρος γεγονέναι λεγόμενον ἡ μὲν μήτηρ ἐξέπεμψε μετὰ χρημάτων πολλῶν εἰς τὴν Ἰνδικὴν δι’ Αἰθιοπίας, ἕτερος δὲ παιδαγωγὸς ὅμοιος Θεοδώρῳ Ῥόδων ἀνέπεισεν ἐπανελθεῖν, ὡς Καίσαρος αὐτὸν ἐπὶ βασιλείαν καλοῦντος.2 βουλευομένου δὲ Καίσαρος Ἄρειον εἰπεῖν λέγουσιν· "οὐκ ἀγαθὸν πολυκαισαρίη.3"
克利奥帕特拉的孩子们虽受到监视,却与抚育者一同过着自由人般的体面生活。至于据说为恺撒所生的恺撒里昂,其母曾将他连同巨资经由埃塞俄比亚送往印度;但另一位为人酷似狄奥多罗斯的家庭教师罗冬,却劝他折返,借口说恺撒召他前去继承王位。据说当恺撒正在思量对策时,阿里乌斯说道: “恺撒多立并非好事。”
- 81.1ἀφελὼν ὃν ἐφόρει περὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον
先行词被纳入关系从句的结构(incorporation)。正常语序相当于 ἀφελὼν τὸν πολυτιμότατον λίθον ὃν ἐφόρει περὶ τῷ τραχήλῳ(“取下他颈项上佩戴的极其贵重的宝石”),最高级形容词 πολυτιμότατον 与名词 λίθον 被吸纳到了关系代词 ὃν 的从句内部。
- 81.2ὡς Καίσαρος αὐτὸν ἐπὶ βασιλείαν καλοῦντος
由 ὡς 引出的独立属格结构,表示罗冬在说服恺撒里昂时所借用的主观动机、借口或表面理由(“借口说恺撒召他去继承王位”)。
- 81.2οὐκ ἀγαθὸν πολυκαισαρίη
化用了荷马《伊利亚特》第2卷204行的名句 οὐκ ἀγαθὸν πολυκοιρανίη(“君主多立并非好事”)。主语 πολυκαισαρίη(多个恺撒共存)虽为阴性名词,表语形容词 ἀγαθόν 却采用中性单数,并省略系动词 ἐστίν,用以表达格言式的泛指判断(“有多位恺撒并不是好事”)。
