← 普鲁塔克

安东尼传

§80.1-80.3

礼遇阿里乌斯与赦免亚历山大市民

恺撒礼遇哲学家阿里乌斯并一同进入亚历山大城,因其情面等由赦免了全体市民,并出于避免阿里乌斯招致嫉恨的考虑,顺势赦免了素受厌弃的演说家菲洛斯特拉托斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80.1

αὐτὸς δὲ Καῖσαρ εἰσήλαυνεν εἰς τὴν πόλιν, Ἀρείῳ τῷ φιλοσόφῳ προσδιαλεγόμενος καὶ τὴν δεξιὰν ἐνδεδωκώς, ἵνα εὐθὺς ἐν τοῖς πολίταις περίβλεπτος εἴη καὶ θαυμάζοιτο τιμώμενος ὑπʼ αὐτοῦ διαπρεπῶς. εἰς δὲ τὸ γυμνάσιον εἰσελθὼν καὶ ἀναβὰς ἐπὶ βῆμά τι πεποιημένον, ἐκπεπληγμένων ὑπὸ δέους τῶν ἀνθρώπων καὶ προσπιπτόντων, ἀναστῆναι κελεύσας ἔφη πάσης αἰτίας τὸν δῆμον ἀφιέναι, πρῶτον μὲν διὰ τὸν κτίστην Ἀλέξανδρον· δεύτερον δὲ τῆς πόλεως θαυμάζων τὸ κάλλος καὶ τὸ μέγεθος· τρίτον δὲ Ἀρείῳ τῷ ἑταίρῳ χαριζόμενος.

恺撒本人则与哲学家阿里乌斯亲密交谈,并将右手递给他一同进城,好让他立即在市民中受人瞩目,并因受到恺撒不同寻常的礼遇而令人赞赏。恺撒进入体育场,登上一座临时搭建的讲台;此时民众被恐惧所压倒,纷纷俯伏在地,他命众人起立,并宣告赦免全城百姓的所有罪责:第一是因为建城者亚历山大;第二是因为赞叹该城之秀美与宏大;第三则是为了取悦自己的友人阿里乌斯。

§80.2

ταύτης δὴ τῆς τιμῆς ἔτυχε παρὰ Καίσαρος Ἄρειος, καὶ τῶν ἄλλων ἐξῃτήσατο συχνούς· ὧν ἦν καὶ Φιλόστρατος, ἀνὴρ εἰπεῖν μὲν ἐξ ἐπιδρομῆς1 τῶν πώποτε σοφιστῶν ἱκανώτατος, εἰσποιῶν δὲ μὴ προσηκόντως ἑαυτὸν τῇ Ἀκαδημείᾳ. διὸ καὶ Καῖσαρ αὐτοῦ βδελυττόμενος τὸν τρόπον οὐ προσίετο τὰς δεήσεις.

阿里乌斯确实从恺撒那里获得了如此殊荣,他也为许多其他人求情并获允免;其中便有菲洛斯特拉托斯,此人在即席演说方面是历来智术师中最能干者,却名不符实地将自己列入柏拉图学园派。正因如此,恺撒厌恶其为人,不愿接纳他的请托。

§80.3

ὁ δὲ πώγωνα πολιὸν καθεὶς καὶ φαιὸν ἱμάτιον περιβαλόμενος ἐξόπισθεν Ἀρείῳ παρηκολούθει, τοῦτον ἀεὶ τὸν στίχον ἀναφθεγγόμενος· "σοφοὶ σοφοὺς σώζουσιν, ἂν ὦσιν σοφοί." πυθόμενος δὲ Καῖσαρ, καὶ τοῦ φθόνου μᾶλλον Ἄρειον ἢ τοῦ δέους Φιλόστρατον ἀπαλλάξαι2 βουλόμενος, διῆκε.

然而〔菲洛斯特拉托斯〕留起灰白的胡须,披上一件暗灰色的斗篷,紧跟在阿里乌斯身后,不断高声吟诵这句诗: “智者拯救智者,若他们真是智者。” 恺撒得知后,比起将菲洛斯特拉托斯从恐惧中解脱出来,更想免除阿里乌斯招致的嫉恨,于是将他释放了。

语法注2 条
  1. 80.2εἰπεῖν μὲν ἐξ ἐπιδρομῆς

    不定式 εἰπεῖν 是修饰并限制形容词 ἱκανώτατος 的限制性不定式。介词短语 ἐξ ἐπιδρομῆς 本义为“通过突袭”,在修辞语境中用作习语,意为“即席地”、“未经准备地”。

  2. 80.3τοῦ φθόνου μᾶλλον Ἄρειον ἢ τοῦ δέους Φιλόστρατον ἀπαλλάξαι

    动词 ἀπαλλάττω(使……脱离……)支配“宾格(人)+ 分离属格(事)”。此处通过 μᾶλλον...ἤ(宁可……而不……)将两组宾格与属格并列:即 Ἄρειον 对应 τοῦ φθόνου,Φιλόστρατον 对应 τοῦ δέους。恺撒的主要用意是避免阿里乌斯因未能搭救同侪而招致同胞的怨恨(φθόνος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:80.1-80.3