← 普鲁塔克

安东尼传

§79.1-79.3

普罗克勒乌斯生擒克利奥帕特拉

加卢斯在门前以交谈拖延时间,普罗克勒乌斯趁机架梯翻窗生擒了意图自杀的克利奥帕特拉并收缴其武器;随后恺撒派释奴埃帕弗罗狄托斯负责严加看护并予以优待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§79.1

ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ· καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθʼ αὑτοῦ.

当他侦察完该处并向恺撒汇报后,加卢斯便被派去再次与她会晤;加卢斯来到门前,特意拉长了谈话。与此同时,普罗克勒乌斯架起梯子,从此前女人们接引安东尼进去的那扇小窗潜入。随后,他带着两名随从,径直向克利奥帕特拉正站在一旁全神贯注倾听加卢斯的那扇门走下楼去。

§79.2

τῶν δὲ συγκαθειργμένων τῇ Κλεοπάτρᾳ γυναικῶν τῆς ἑτέρας ἀνακραγούσης, τάλαινα Κλεοπάτρα, ζωγρεῖ,1 μεταστραφεῖσα καὶ θεασαμένη τὸν Προκλήϊον ὥρμησε μὲν αὑτὴν πατάξαι· παρεζωσμένη γὰρ ἐτύγχανέ τι τῶν λῃστρικῶν ξιφιδίων· προσδραμὼν δὲ ταχὺ καὶ περισχὼν αὐτὴν ταῖς χερσὶν ἀμφοτέραις ὁ Προκλήϊος, ἀδικεῖς, εἶπεν, ὦ Κλεοπάτρα, καὶ σεαυτὴν καὶ Καίσαρα, μεγάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιν αὐτοῦ, καὶ διαβάλλουσα τὸν πρᾳότατον ἡγεμόνων ὡς ἄπιστον καὶ ἀδιάλλακτον.

与克利奥帕特拉一同被幽禁的妇人中有一人失声惊呼: “可怜的克利奥帕特拉,你被生擒了!” 她转过身来,一看见普罗克勒乌斯,便冲上前去要刺死自己——因为她恰巧佩带着一把强盗惯用的小匕首;但普罗克勒乌斯迅速冲上前来,用双手紧紧抱住她,“你做错了,”说道,“克利奥帕特拉啊,你既亏待了你自己,也亏待了恺撒;你剥夺了他展现宽宏仁慈的伟大机会,并且把领袖中最温和之人诽谤为不可信赖、不可和解之辈。”

§79.3

ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο, καὶ τὴν ἐσθῆτα, μὴ κρύπτοι τι φάρμακον,2 ἐξέσεισεν. ἐπέμφθη δὲ καὶ παρὰ Καίσαρος τῶν ἀπελευθέρων Ἐπαφρόδιτος, ᾧ προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον,3 τἆλλα δὲ πρὸς τὸ ῥᾷστον ἐνδιδόναι καὶ ἥδιστον.

同时他也夺下了她的剑,抖开她的衣衫,以防她藏匿任何毒药。恺撒还从自己的释奴中派来了埃帕弗罗狄托斯,他奉命严加看护以确保她活着,但在其余一切事上都要顺应最安逸、最惬意的方式。

语法注3 条
  1. 79.2ζωγρεῖ

    动词 ζωγρέω 的现在时被动态直陈语气第二人称单数形式(由 -έει 缩约而来),紧承呼格 τάλαινα Κλεοπάτρα,意为“你被生擒了”。形态上虽与第三人称主动态(“他生擒”)相同,但在语境中作第二人称被动态理解。

  2. 79.3μὴ κρύπτοι τι φάρμακον

    由否定连词 μή 引导的表示目的或担心的从句,其动词 κρύπτοι 使用了历史序列下的希求语气(optative of secondary sequence),依存于过去时主句谓语 ἐξέσεισεν,意为“以免/担心她藏有毒药”。

  3. 79.3ᾧ προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον

    分词 ἐπιμελόμενον 采用宾格形式,与其修饰的不定式 φυλάττειν 的逻辑主语一致,而未被无人称动词 προσετέτακτο 所支配的与格关系代词 ᾧ 所同化(即未作与格 ἐπιμελομένῳ)。句核意为“(命令埃帕弗罗狄托斯)由他用心看护她”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:79.1-79.3