← 普鲁塔克

安东尼传

§78.1-78.4

恺撒的哀悼与普罗克勒乌斯的出使

恺撒得知安东尼死讯后洒泪哀悼,随后派遣普罗克勒乌斯务必活捉克利奥帕特拉,后者隔着紧锁的门户与她交涉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§78.1

ὅσον δὲ ἀπολιπόντος αὐτοῦ1 Προκλήϊος ἧκε παρὰ Καίσαρος. ἐπεὶ γὰρ ἑαυτὸν πατάξας ὁ Ἀντώνιος ᾤχετο πρὸς Κλεοπάτραν κομιζόμενος, Δερκεταῖός τις τῶν δορυφόρων λαβὼν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ ἀποκρύψας ὑπεξῆλθε, καὶ δραμὼν πρὸς Καίσαρα πρῶτος ἤγγειλε τὴν Ἀντωνίου τελευτήν, καὶ τὸ ξίφος ἔδειξεν ᾑμαγμένον.

安东尼刚刚咽气,普罗克勒乌斯便从恺撒那里赶到。因为当安东尼自刺并被抬往克利奥帕特拉处时,他的侍卫之一德尔凯泰奥斯拿走并藏匿了他的短剑,悄悄溜出,奔向恺撒,最先报告了安东尼的死讯,并展示了染血的剑。

§78.2

ὁ δὲ ὡς ἤκουσεν, ἐνδοτέρω τῆς σκηνῆς ἀποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδεστὴν γενόμενον καὶ συνάρχοντα καὶ πολλῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν. εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλους καλέσας ἀνεγίνωσκεν ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος.2

恺撒听闻此事后,退入营帐深处,为这位曾是自己姻亲、共治者以及诸多斗争与事务的同伴痛哭。随后,他取来书信,召集友人,向他们宣读,证明在自己行文合情合理且公正之时,那个人在答复中却始终粗暴傲慢。

§78.3

ἐκ δὲ τούτου τὸν Προκλήϊον ἔπεμψε κελεύσας, ἢν δύνηται, μάλιστα τῆς Κλεοπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβεῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸς δόξαν ἡγεῖτο τοῦ θριάμβου καταγαγεῖν ἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληΐῳ συνελθεῖν οὐκ ἠθέλησεν·3 ἐγίνοντο δὲ λόγοι τῷ οἰκήματι προσελθόντος ἔξωθεν αὐτοῦ κατὰ θύρας ἐπιπέδους, ἀποκεκλειμένας μὲν ὀχυρῶς, φωνῇ δὲ διέξοδον ἐχούσας. καὶ διελέχθησαν ἡ μὲν αἰτουμένη τοῖς παισὶ τὴν βασιλείαν, ὁ δὲ θαρρεῖν καὶ πάντα πιστεύειν Καίσαρι κελεύων.

此后,他派遣普罗克勒乌斯,吩咐他若有可能,务必将活着的克利奥帕特拉擒获;因为他既为钱财担忧,又认为将她押回对凯旋式的荣耀意义重大。于是,克利奥帕特拉并不愿与普罗克勒乌斯当面会晤;然而,当普罗克勒乌斯从外面走近那栋建筑底层的门户时,二人进行了交谈。那扇门虽被紧紧关锁,但声音仍可传出。他们彼此对话,她为自己的孩子们祈求王位,而他则劝她鼓起勇气,将一切托付给恺撒。

语法注3 条
  1. 78.1ὅσον δὲ ἀπολιπόντος αὐτοῦ

    副词性宾格 ὅσον 起连接词作用(意为“刚一……便”),后接属格独立结构 ἀπολιπόντος αὐτοῦ。动词 ἀπολείπω 在此处作不及物动词与委婉语,意为“咽气”、“去世”。

  2. 78.2ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος

    连词 ὡς 引导间接疑问/感叹从句,句中插入了一个表让步或背景的属格独立结构(εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια),与从句主语 ἐκεῖνος(安东尼)及表语形容词(φορτικὸς καὶ ὑπερήφανος)形成鲜明对比。整体骨架为:“(朗读)在自己(恺撒)行文公正合理之时,那个人(安东尼)是多么傲慢无礼”。

  3. 78.3εἰς μὲν οὖν χεῖρας τῷ Προκληΐῳ συνελθεῖν οὐκ ἠθέλησεν

    动词 ἠθέλησεν 的主语从前句的主语(恺撒)转换为前句末尾的宾语克利奥帕特拉(因语境明确而省略)。短语 εἰς χεῖρας συνελθεῖν 为惯用表达,意为“亲自会面”、“当面交接”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:78.1-78.4