- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:77.1-77.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
身负重伤的安东尼被抬至克利奥帕特拉避难的陵墓前,经由窗户用绳索拉入与她重聚,并在临终前劝她保全自身。
γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσεν ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα,1 καὶ διὰ χειρῶν προσεκομίσθη ταῖς θύραις τοῦ οἰκήματος. ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἐκ δὲ θυρίδων τινῶν φανεῖσα σειρὰς καὶ καλώδια καθίει. καὶ τούτοις ἐναψάντων τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες, ἃς μόνας ἐδέξατο μεθʼ αὑτῆς εἰς τὸν τάφον.
安东尼得知她还活着,便急切地吩咐侍从们抬起他的身躯,众人用手将他抬到了建筑物的门前。然而克利奥帕特拉并未开门,而是从某些小窗中露出身影,垂下绳索和细缆。待众人将安东尼系在绳索上后,她便与仅有的两名随她一同进入陵墓的妇女一起将他往上拉。
οὐδὲν ἐκείνου λέγουσιν οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοι θέαμα.2 πεφυρμένος γὰρ αἵματι καὶ δυσθανατῶν εἵλκετο, τὰς χεῖρας ὀρέγων εἰς ἐκείνην καὶ παραιωρούμενος. οὐ γὰρ ἦν γυναιξὶ ῥᾴδιον τὸ ἔργον, ἀλλὰ μόλις ἡ Κλεοπάτρα ταῖν χεροῖν ἐμπεφυκυῖα καὶ κατατεινομένη τῷ προσώπῳ τὸν δεσμὸν ἀνελάμβανεν, ἐπικελευομένων τῶν κάτωθεν αὐτῇ καὶ συναγωνιώντων.
在场的人说,没有比这更令人悲悯的景象了。因为他浑身浴血、痛苦垂死地被拉了上去,双手伸向她,在半空中悬空晃荡。这项劳作对妇人来说绝非易事,克利奥帕特拉双手紧紧攀住绳索,面部紧绷用力,艰难地拉起缆绳,而下方的人们则向她呼喊鼓劲,同样焦急万分。
δεξαμένη δὲ αὐτὸν οὕτως καὶ κατακλίνασα περιερρήξατο τε τοὺς πέπλους ἐπʼ αὐτῷ, καὶ τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί, καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη, δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα· καὶ μικροῦ δεῖν3 ἐπιλέληστο τῶν αὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύσας δὲ τὸν θρῆνον αὐτῆς Ἀντώνιος ᾔτησε πιεῖν οἶνον, εἴτε διψῶν, εἴτε συντομώτερον ἐλπίζων ἀπολυθήσεσθαι.
如此接纳他并安置他躺下后,她在他身上撕裂了自己的长袍,用双手捶打并抓挠自己的胸膛,把他的血迹擦在自己脸上,呼唤他为主君、丈夫和统帅;因怜悯他的遭遇,她几乎将自己的灾祸抛诸脑后。但安东尼止住了她的哀哭,要求饮用葡萄酒,不知是因为口渴,还是希望借此更快解脱。
πιὼν δὲ παρῄνεσεν αὐτῇ τὰ μὲν ἑαυτῆς, ἂν ᾖ μὴ μετʼ αἰσχύνης, σωτήρια τίθεσθαι, μάλιστα τῶν Καίσαρος ἑταίρων Προκληΐῳ πιστεύουσαν, αὐτὸν δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς, ἀλλὰ μακαρίζειν ὧν ἔτυχε καλῶν,4 ἐπιφανέστατος ἀνθρώπων γενόμενος καὶ πλεῖστον ἰσχύσας καὶ νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.
饮毕,他劝告她,只要不招致耻辱,便要为自身的安全做打算,在恺撒的同伴中尤其要信任普罗克勒乌斯;对于这最后的境遇变故,不要为他哀叹,而要为他曾经享有的荣耀而视他为有福,因为他曾成为世人中最显赫者,掌握了极大的权力,而如今并非不体面地被击败——乃是一位罗马人被另一位罗马人所击败。
- 77.1ἐκέλευσεν ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα
动词 κελεύω 通常接宾格不定式(宾格+不定式),但此处接与格 τοῖς ὑπηρέταις 表示命令的对象。中动态不定式 ἄρασθαι 表示侍从们抬起安东尼的身体这一动作。
- 77.2οὐδὲν ἐκείνου λέγουσιν οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοι θέαμα
此处出现语序倒置(hyperbaton)。主句主语是后置的分词短语 οἱ παραγενόμενοι(在场者),主谓动词为 λέγουσιν。不定式从句的主语被拆开为 οὐδὲν ... θέαμα(没有……景象),οἰκτρότερον 为表语比较级,ἐκείνου 为比较属格(“比那更……”)。
- 77.3μικροῦ δεῖν
意为“几乎”、“差一点”的习惯性绝对不定式短语。修饰紧随其后的过去完成时动词 ἐπιλέληστο,表明克利奥帕特拉因哀悯安东尼而几乎完全忘却了自身的祸难。
- 77.4ὧν ἔτυχε καλῶν
此处出现了关系代词吸引(relative attraction)。表示 μακαρίζειν 之原因的先行词(ἐπὶ τοῖς καλοῖς 或原因属格 τῶν καλῶν)配合从句动词 τυγχάνω 所支配的属格关系代词 ὧν,以属格 καλῶν 的形式并入关系分句中。
