← 普鲁塔克

安东尼传

§76.1-76.5

全军倒戈与安东尼自尽未遂

舰队与骑兵倒戈致使安东尼溃败,他在得知克利奥帕特拉自尽的假消息后自刎却未能立毙,最终被召往她的陵墓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76.1

ἅμα δὲ ἡμέρᾳ τὸν πεζὸν αὐτὸς ἐπὶ τῶν πρὸ τῆς πόλεως λόφων ἱδρύσας ἐθεᾶτο τὰς ναῦς ἀνηγμένας καὶ ταῖς τῶν πολεμίων προσφερομένας· καὶ περιμένων ἔργον τι παρʼ ἐκείνων ἰδεῖν ἡσύχαζεν. οἱ δὲ ὡς ἐγγὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺς Καίσαρος, ἐκείνων τε ἀντασπασαμένων μετεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν ὁ στόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴν πόλιν ἀντίπρῳρος.

天亮时分,安东尼亲自将步兵部署在城前的丘陵上,注视着各船出海驶向敌舰;他静候着,想看他们立下某种功绩。然而当双方临近时,水手们用船桨向恺撒的部下致敬,对方回敬后,他们便倒戈相向,整个舰队所有船只合而为一,船头正对该城驶去。

§76.2

τοῦτο Ἀντώνιος ἰδὼν ἀπελείφθη μὲν εὐθὺς ὑπὸ τῶν ἱππέων μεταβαλομένων, ἡττηθεὶς δὲ τοῖς πεζοῖς ἀνεχώρησεν εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας προδεδόσθαι βοῶν οἷς δι’ ἐκείνην ἐπολέμησεν.1 ἡ δὲ τὴν ὀργὴν αὐτοῦ φοβηθεῖσα καὶ τὴν ἀπόνοιαν εἰς τὸν τάφον κατέφυγε καὶ τοὺς καταρράκτας ἀφῆκε κλείθροις καὶ μοχλοῖς καρτεροὺς ὄντας· πρὸς δὲ Ἀντώνιον ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι τέθνηκε.

安东尼见此情形,骑兵也立即倒戈将他弃之不顾,步兵战败后他退回城中,大声喊道自己为了克利奥帕特拉而战,却被她出卖给了作战的敌人。克利奥帕特拉惧怕他的愤怒与绝望,逃入陵墓,落下了用门闩与铁栓锁固的吊闸;又派人去向安东尼报告说她已经死去。

§76.3

πιστεύσας δὲ ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν, τί ἔτι μέλλεις, Ἀντώνιε; τὴν μόνην ἡ τύχη καὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖν πρόφασιν, εἰσῆλθεν εἰς τὸ δωμάτιον, καὶ τὸν θώρακα παραλύων καὶ διαστέλλων, ὦ Κλεοπάτρα, εἶπεν, οὐκ ἄχθομαί σου στερούμενος· αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι· ἀλλʼ ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος.2

安东尼信以为真,自言自语道: “安东尼,你还在等待什么?命运已经夺走了苟全性命的唯一也是最后的借口,”于是走进寝室,解开并脱下胸甲,说道: “克利奥帕特拉啊, 我并不因失去你而痛苦,因为我立刻就会去到同样的地方;但我痛苦的是,如此伟大的统帅竟被发现气魄不及一个女子。”

§76.4

ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας ὁ Ἀντώνιος εὖγε, εἶπεν, ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις· καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον.

他有一名忠诚的仆人名叫厄罗斯。安东尼很久以前就嘱托过他,如果情势需要便将自己杀死,此刻便要求他兑现誓言。厄罗斯拔出剑来举起,仿佛要刺向安东尼,却转过脸去自尽而死。当他倒在脚下时,安东尼说: “好样的, 厄罗斯啊,你自己虽不能〔做到〕,却教我去做该做的事;”随即用剑刺穿腹部,倒在小床上。

§76.5

ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης, ἀναλαβὼν3 ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.

但这一击并未立即让他毙命。因此,当他躺下后血流停止,他恢复了神智,恳求在场的人将他彻底刺死。然而他在喊叫与痛苦挣扎中,众人纷纷逃离寝室,直到秘书狄奥墨得斯奉命从克利奥帕特拉那里前来,要将他带到陵墓她那里为止。

语法注3 条
  1. 76.2οἷς δι’ ἐκείνην ἐπολέμησεν

    省去了先行词(敌人/恺撒军)的关系从句,与格 οἷς 作 ἐπολέμησεν 的宾语,整个关系从句(省略的 τούτοις)作被动态完成时不定式 προδεδόσθαι 的间接宾语(“被出卖给……”)。整体表现出讽刺意义:正是为了她而战的敌人,自己反被她出卖给了他们。

  2. 76.3οὐκ ἄχθομαί σου στερούμενος· αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι· ἀλλʼ ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος

    在 οὐκ ἄχθομαι 之下对比并列了两个原因:前者为分词短语 σου στερούμενος(“失去你”),后者由 ἀλλʼ ὅτι 引导从句(“而是为……而痛苦”)。从句中动词 πεφώραμαι 搭配补充分词 λειπόμενος,意为“被发现/表明不如……”,其中 γυναικός 为比较属格,εὐψυχίᾳ 为限定与格。

  3. 76.5ἀναλαβών

    动词 ἀναλαμβάνω 的主动不定过去时分词,在此作不及物用法(或省略了反身代词 ἑαυτόν),为表示“恢复意识/神智”、“苏醒缓过来”的惯用表达。承接前面的独立属格(血流止住),表明他从晕厥中苏醒过来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:76.1-76.5