- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:75.1-75.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼向凯撒发出的决斗遭到拒绝,遂决意进行最后的决战以求体面地战死,并向随从与友人们告别。当晚出现了超自然的征兆,象征着他所崇奉的狄俄尼索斯神正离他而去。
πάλιν δὲ Ἀντώνιος ἔπεμπε Καίσαρα μονομαχῆσαι προκαλούμενος. ἀποκριναμένου δὲ ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳ παρεῖναι θανάτων, συμφρονήσας ὅτι τοῦ διὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνατος, ἔγνω καὶ κατὰ γῆν ἅμα καὶ θάλατταν ἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον, ὡς λέγεται, τοὺς οἰκέτας ἐκέλευσεν ὑποχεῖν καὶ προθυμότερον εὐωχεῖν αὐτόν· ἄδηλον γάρ, εἰ τοῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροις ὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται σκελετὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλους ἐπὶ τούτοις δακρύοντας ὁρῶν ἔφη μὴ προάξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νίκην.1
安东尼再次派人向凯撒提出决斗的挑战。但凯撒回答说,安东尼赴死的途径有很多,于是他意识到,对他而言没有比战死更好的死法,便决定在陆地和海上同时发动进攻。据传,在晚餐时,他吩咐仆人们倒酒,更加殷勤地款待他;因为尚不可知他们明天是否还能这样做,抑或去侍奉其他的主人,而他自己则将成为一具尸骸、化为乌有横陈于地。看到朋友们为此流泪,他表示不会带领他们去参加战斗,因为他从这场战斗中为自己寻求的是荣耀的死,而非生还与胜利。
ἐν ταύτῃ τῇ νυκτὶ λέγεται, μεσούσης σχεδόν, ἐν ἡσυχίᾳ καὶ κατηφείᾳ τῆς πόλεως διὰ φόβον καὶ προσδοκίαν τοῦ μέλλοντος οὔσης, αἰφνίδιον ὀργάνων τε παντοδαπῶν ἐμμελεῖς τινας φωνὰς ἀκουσθῆναι καὶ βοὴν ὄχλου μετὰ εὐασμῶν καὶ πηδήσεων σατυρικῶν, ὥσπερ θιάσου τινὸς οὐκ ἀθορύβως ἐξελαύνοντος· εἶναι δὲ τὴν ὁρμὴν ὁμοῦ τι διὰ τῆς πόλεως μέσης ἐπὶ τὴν πύλην ἔξω τὴν τετραμμένην πρὸς τοὺς πολεμίους, καὶ ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν πλεῖστον γενόμενον.2 ἐδόκει δὲ τοῖς ἀναλογιζομένοις τὸ σημεῖον ἀπολείπειν ὁ θεὸς Ἀντώνιον, ᾧ μάλιστα συνεξομοιῶν καὶ συνοικειῶν ἑαυτὸν διετέλεσεν.
据说在这个夜晚,大约在半夜时分,全城因对未来的恐惧与期盼而处于沉寂与沮丧之中,突然听到了各种乐器的优美旋律,以及伴随着狂欢呼喊和萨提尔式跳跃的人群喧嚣,仿佛有一支游行队伍正喧闹地行进而出;那股势头大体穿越市中心,直奔那座面向敌军的外城门,而喧闹声在那里达到了顶峰后便消失远去。在那些深思这一征兆的人看来,这似乎是安东尼终生最极力使自己肖似并亲近的那位神明,正在离弃他而去。
- 75.2ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νίκην
在关系从句(ἐξ ἧς...)内部,动词以不定式 ζητεῖν 出现。这是受到前面的主导动词 ἔφη 影响而持续的间接引语结构。上下文表明该不定式的逻辑主语是安东尼本人(与 αὑτῷ 一致),意为“他(为自己)从中寻求……的战斗”。
- 75.4ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν πλεῖστον γενόμενον
ταύτῃ 是副词性与格,意为“经由该处”或“在那座门处”。ἐκπεσεῖν 是受 λέγεται 支配的间接引语不定式,表示声音“逸散出去”或“消逝”,分词 πλεῖστον γενόμενον 则作状语修饰:“在达到最大之后”。
