← 普鲁塔克

安东尼传

§74.1-74.3

克利奥帕特拉的陵墓与安东尼的骑兵之战

冬去春来,凯撒重整攻势攻占培琉喜阿姆,克利奥帕特拉将珍宝聚于陵寝欲行焚毁,迫使凯撒传达安抚之词。安东尼出击大败凯撒骑兵并重赏功臣,但受赏者当夜便背叛倒戈投奔凯撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74.1

ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε· τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄει διὰ Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης. ἁλόντος δὲ Πηλουσίου λόγος ἦν ἐνδοῦναι Σέλευκον οὐκ ἀκούσης τῆς Κλεοπάτρας.1 ἡ δὲ ἐκείνου μὲν γυναῖκα καὶ παῖδας Ἀντωνίῳ κτεῖναι παρεῖχεν,2 αὐτὴ δὲ θήκας ἔχουσα καὶ μνήματα κατεσκευασμένα περιττῶς εἴς τε κάλλος καὶ ὕψος, ἃ προσῳκοδόμησε τῷ ναῷ τῆς Ἴσιδος, ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς, χρυσόν, ἄργυρον, σμάραγδον, μαργαρίτην, ἔβενον, ἐλέφαντα, κινάμωμον· ἐπὶ πᾶσι δὲ δᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα,3 μὴ τραπομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃ καὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλπίδας αὐτῇ φιλανθρώπους προσπέμπειν ἅμα τῷ στρατῷ πορευόμενον ἐπὶ τὴν πόλιν.

因此,当时的战争被推迟了;然而冬季过去后,凯撒再次取道叙利亚进军,他的将领们则取道利比亚。当培琉喜阿姆陷落时,有传言称塞琉古的献城并非违背克利奥帕特拉的心意。她便把塞琉古的妻子和子女交给安东尼处死,而她自己则拥有在美丽与高耸方面建造得异乎寻常、附建于伊西斯神庙的陵寝,她把王室财富中最具价值的物品搜集到了那里,计有金、银、绿宝石、珍珠、乌木、象牙、肉桂;不仅如此,还放了大量火把与麻屑,以致凯撒为这些财宝担忧,害怕那妇人陷入绝望而毁掉并焚烧这笔财富,因而在率军向该城进发的同时,不断向她派人送去仁慈的许诺。

§74.3

ἱδρυθέντος δὲ αὐτοῦ περὶ τὸν ἱππόδρομον, Ἀντώνιος ἐπεξελθὼν ἠγωνίσατο λαμπρῶς καὶ τροπὴν τῶν Καίσαρος ἱππέων ἐποίησε, καὶ κατεδίωξεν ἄχρι τοῦ στρατοπέδου. μεγαλυνόμενος δὲ τῇ νίκῃ παρῆλθεν εἰς τὰ βασίλεια, καὶ τὴν Κλεοπάτραν κατεφίλησεν ἐν τοῖς ὅπλοις, καὶ τὸν ἠγωνισμένον προθυμότατα τῶν στρατιωτῶν συνέστησεν. ἡ δὲ ἀριστεῖον αὐτῷ θώρακα χρυσοῦν καὶ κράνος ἔδωκεν. ἐκεῖνος μὲν οὖν ὁ ἄνθρωπος λαβὼν ταῦτα διὰ νυκτὸς ηὐτομόλησε πρὸς Καίσαρα.

当他在赛马场附近扎营时,安东尼率军出击,英勇作战,击溃了凯撒的骑兵,并将其一路追赶至其营寨。安东尼因这场胜利而得意洋洋,走进王宫,身着甲胄热烈地亲吻了克利奥帕特拉,并将将士中奋战最勇之人引见给她。她赐给那人一副金胸甲和一顶头盔作为英勇奖赏。然而那人得到这些奖赏后,却在夜间潜逃投奔了凯撒。

语法注3 条
  1. 74.1οὐκ ἀκούσης τῆς Κλεοπάτρας

    带有弱陈法(双重否定)的属格独立结构。“并非违背克利奥帕特拉的心意”这一表达暗示了流言的内容,即塞琉古的献城投降实际上是得到了她的默许或暗中指使。

  2. 74.1Ἀντωνίῳ κτεῖναι παρεῖχεν

    动词 παρέχω 带有直接宾语(ἐκείνου μὲν γυναῖκα καὶ παῖδας)与与格间接宾语(Ἀντωνίῳ),并由表目的的不定词 κτεῖναι 补充说明,意为“将他(塞琉古)的妻子和孩子交给安东尼处死”。

  3. 74.2ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα

    由 ὥστε 引导的结果从句,使用对格加不定词结构(对格的 Καίσαρα 为不定词 προσπέμπειν 的逻辑主语)。分词 δείσαντα(表原因)和句末的 πορευόμενον(表伴随)在对格上与 Καίσαρα 一致。从属于 δείσαντα 的是由 μή 引导的惧怕从句(μὴ ... διαφθείρῃ καὶ καταφλέξῃ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:74.1-74.3