- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:73.1-73.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒以除掉安东尼为条件许诺宽待克利奥帕特拉并遣使蒂尔索斯,安东尼心生猜忌将其鞭笞遣回。克利奥帕特拉极力讨好并豪奢庆贺安东尼的生日以释前嫌,而阿格里帕在罗马频频催促凯撒回师。
Καῖσαρ δὲ τοὺς μὲν ὑπὲρ Ἀντωνίου λόγους οὐκ ἠνέσχετο, Κλεοπάτραν δὲ ἀπεκρίνατο μηδενὸς ἁμαρτήσεσθαι τῶν ἐπιεικῶν ἀνελοῦσαν Ἀντώνιον ἢ ἐκβαλοῦσαν. συνέπεμψε δὲ καὶ παρʼ αὑτοῦ τινα τῶν ἀπελευθέρων Θύρσον, οὐκ ἀνόητον ἄνθρωπον οὐδὲ ἀπιθάνως ἂν ἀφʼ ἡγεμόνος νέου διαλεχθέντα1 πρὸς γυναῖκα σοβαρὰν καὶ θαυμαστὸν ὅσον2 ἐπὶ κάλλει φρονοῦσαν.
凯撒没有容许为安东尼提出的说辞,却答复克利奥帕特拉说,若她杀死或驱逐安东尼,便绝不会失去任何合理的待遇。他还派出了自己的一名获释奴蒂尔索斯同去,此人并非愚钝之辈,代表一位年轻统帅去同一位傲慢且对自己的美貌抱有异乎寻常之自负的妇人交谈,也能言善辩。
οὗτος ἐντυγχάνων αὐτῇ μακρότερα τῶν ἄλλων καὶ τιμώμενος διαφερόντως ὑπόνοιαν τῷ Ἀντωνίῳ παρέσχε, καὶ συλλαβὼν αὐτὸν ἐμαστίγωσεν,3 εἶτα ἀφῆκε πρὸς Καίσαρα γράψας ὡς ἐντρυφῶν καὶ περιφρονῶν παροξύνειεν αὐτόν, εὐπαρόξυντον ὑπὸ κακῶν ὄντα. σὺ δὲ εἰ μὴ φέρεις τὸ πρᾶγμα, ἔφη, μετρίως, ἔχεις ἐμὸν ἀπελεύθερον Ἵππαρχον. τοῦτον κρεμάσας μαστίγωσον, ἵνα ἴσον ἔχωμεν.
此人因与她会面的时间比其他人更长且受到异乎寻常的礼遇,引起了安东尼的猜忌;安东尼将他捕获并施以鞭刑,随后打发他回去,并致信凯撒称,蒂尔索斯傲慢放肆且显露轻蔑,激怒了因诸多不幸而本就易怒的自己。 “如果你不能平心静气地对待此事,”他说,“你手头有我的获释奴希帕科斯;把他吊起来鞭打,这样我们就扯平了。”
ἐκ τούτου Κλεοπάτρα μὲν ἀπολυομένη τὰς αἰτίας καὶ ὑπονοίας ἐθεράπευεν αὐτὸν περιττῶς· καὶ τὴν ἑαυτῆς γενέθλιον ταπεινῶς διαγαγοῦσα καὶ ταῖς τύχαις πρεπόντως, τὴν ἐκείνου πᾶσαν ὑπερβαλλομένη λαμπρότητα καὶ πολυτέλειαν ἑώρτασεν, ὥστε πολλοὺς τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον πένητας ἐλθόντας ἀπελθεῖν πλουσίους. Καίσαρα δὲ Ἀγρίππας ἀνεκαλεῖτο πολλάκις ἀπὸ Ῥώμης γράφων ὡς τῶν ἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ ποθούντων.4
从此以后,克利奥帕特拉为了消除指责与猜疑,过分竭力地逢迎他;她以谦抑且符合时局境遇的方式度过了自己的生日,却以超越一切排场与豪奢的规模为他庆祝生日,以致许多应邀赴宴的人来时身无分文,离去时却成了富翁。与此同时,阿格里帕从罗马频频写信召回凯撒,称那里的局势迫切渴望他的莅临。
- 73.1ἂν ἀφʼ ἡγεμόνος νέου διαλεχθέντα
分词 διαλεχθέντα 与 ἄν 连用构成潜能分词,相当于带有 ἄν 的希求法或过去直陈式(ἂν διαλεχθείη 或 ἂν διελέχθη),表潜在或能力(“能够……交谈”)。介词短语 ἀφʼ ἡγεμόνος νέου 意为“作为年轻领袖的代表/受年轻领袖委派”。
- 73.1θαυμαστὸν ὅσον
源自 θαυμαστόν ἐστιν ὅσον 的习惯省略表达,充当副词修饰后文的分词短语 ἐπὶ κάλλει φρονοῦσαν(“对美貌自负”),意为“异乎寻常地”、“令人惊叹地”。
- 73.2καὶ συλλαβὼν αὐτὸν ἐμαστίγωσεν
句子的语法主语在此处发生了转换:前半分句以 οὗτος(蒂尔索斯)为 παρέσχε 的主语;而在连词 καί 之后,承接前文与格 τῷ Ἀντωνίῳ,主语转为安东尼。分词 συλλαβών 与谓语动词 ἐμαστίγωσεν 的主语均是安东尼,宾语 αὐτόν 则指代蒂尔索斯。
- 73.3ὡς τῶν ἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ ποθούντων
由 ὡς 引导的属格独立结构,表示写信人(阿格里帕)所陈述的理由或主观根据(“称那里的局势渴望他的莅临”)。
