← 普鲁塔克

安东尼传

§72.1-72.3

向凯撒遣使求和与亚历克萨斯被处决

安东尼与克利奥帕特拉向凯撒派遣使者求和,但由于部下背叛与互不信任,只能起用孩子的家庭教师;叛变的心腹亚历克萨斯则被凯撒处决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§72.1

ἅμα δὲ καὶ πρὸς Καίσαρα πρέσβεις ἔπεμπον εἰς Ἀσίαν, ἡ μὲν αἰτουμένη τὴν ἐν Αἰγύπτῳ τοῖς παισὶν ἀρχήν, ὁ δὲ ἀξιῶν Ἀθήνησιν, εἰ μὴ δοκοίη περὶ Αἴγυπτον,1 ἰδιώτης καταβιῶναι. φίλων δὲ ἀπορίᾳ καὶ ἀπιστίᾳ διὰ τὰς αὐτομολίας ὁ τῶν παίδων διδάσκαλος ἐπέμφθη πρεσβεύων Εὐφρόνιος.

与此同时,他们也派遣使节前往亚细亚见凯撒;她为自己的孩子们请求在埃及的统治权,他则请求若在埃及方面未获准许,便允许他在雅典作为平民安度余生。然而,由于叛逃频繁,面临无友可用且缺乏信任的窘境,孩子们的家庭教师欧佛罗尼乌斯被作为使节派遣出去。

§72.2

καὶ γὰρ Ἀλεξᾶς ὁ Λαοδικεύς, γνωρισθεὶς μὲν ἐν Ῥώμῃ διὰ Τιμαγένους καὶ πλεῖστον Ἑλλήνων δυνηθείς, γενόμενος δὲ τῶν Κλεοπάτρας ἐπʼ Ἀντώνιον ὀργάνων τὸ βιαιότατον καὶ τῶν ὑπὲρ Ὀκταουίας ἱσταμένων ἐν αὐτῷ λογισμῶν ἀνατροπεύς, ἐπέμφθη μὲν Ἡρώδην τὸν βασιλέα τῆς μεταβολῆς ἐφέξων,2 αὐτοῦ δὲ καταμείνας καὶ προδοὺς Ἀντώνιον ἐτόλμησεν εἰς ὄψιν ἐλθεῖν Καίσαρος, Ἡρώδῃ πεποιθώς. ὤνησε δὲ αὐτὸν οὐδὲν Ἡρώδης, ἀλλʼ εὐθὺς εἱρχθεὶς καὶ κομισθεὶς εἰς τὴν ἑαυτοῦ πατρίδα δέσμιος ἐκεῖ Καίσαρος κελεύσαντος ἀνῃρέθη. τοιαύτην μὲν Ἀλεξᾶς ἔτι ζῶντι δίκην Ἀντωνίῳ τῆς ἀπιστίας ἐξέτισε.3

因为拉奥狄刻亚的亚历克萨斯——他因提玛格内斯而在罗马为人所知,并在希腊人中取得了最大的势力,成为克利奥帕特拉对付安东尼最强有力的工具,也是倾覆安东尼心中为奥克塔维娅辩护之念头的人——虽被派去阻止赫罗德王变节,却留在当地并背叛了安东尼,因依仗赫罗德而竟敢谒见凯撒。但赫罗德对他毫无助益;他立即被拘禁并戴着镣铐押送回故乡,在那里遵奉凯撒之命被处死。亚历克萨斯便在安东尼尚且在世之时,为自己的背信弃义向他偿还了如此代价。

语法注3 条
  1. 72.1εἰ μὴ δοκοίη περὶ Αἴγυπτον

    δοκοίη 是无人称动词 δοκεῖ(被认为合适、被批准)的希求法形式,因从属于过去语境(由主动词 ἔπεμπον 或分词 ἀξιῶν 引导)而在间接引语中采取斜格希求法。περὶ Αἴγυπτον(关于埃及)省略了上下文可推知的不定词主语(如留在此处)。

  2. 72.2τῆς μεταβολῆς ἐφέξων

    ἐφέξων 是 ἐπέχω(抑制、阻止)的将来时主动分词,接在表示派遣的动词 ἐπέμφθη 之后表示目的。属格 τῆς μεταβολῆς 是表示分离的属格,全句意为“为了阻止国王倒戈/变节”。

  3. 72.3ἔτι ζῶντι δίκην Ἀντωνίῳ τῆς ἀπιστίας ἐξέτισε

    成语 δίκην ἐκτίνω(付出代价、服罪)搭配了受害者的与格 Ἀντωνίῳ(向安东尼)以及表示罪由的属格 τῆς ἀπιστίας(因其背信)。时间性分词 ἔτι ζῶντι 修饰 Ἀντωνίῳ,表示“在安东尼依然活着的时候”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:72.1-72.3