- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:71.1-71.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼得知全军溃败与盟友叛离后返回王宫纵情宴乐,为两个儿子举行成年礼并组建“誓同生死者”社团。与此同时,克利奥帕特拉用死囚试验各类毒药与毒兽,最终发现角蝰咬伤能带来最为无痛安详的死亡。
ταῦτα μὲν περὶ Τίμωνος ἀπὸ πολλῶν ὀλίγα. τῷ δὲ Ἀντωνίῳ Κανίδιός τε τῆς ἀποβολῆς τῶν ἐν Ἀκτίῳ δυνάμεων αὐτάγγελος ἦλθε, καὶ τὸν Ἰουδαῖον Ἡρώδην ἔχοντά τινα τάγματα καὶ σπείρας ἤκουσε Καίσαρι προσκεχωρηκέναι, καὶ τοὺς ἄλλους ὁμοίως δυνάστας ἀφίστασθαι καὶ μηδὲν ἔτι συμμένειν τῶν ἐκτός.
关于蒂蒙的事情,以上不过是众多事端中的寥寥数件。至于安东尼,卡尼狄乌斯亲自前来报信,告知阿克提乌姆的军队已经全军覆没;他又听说犹太人希律带着若干军团和大队归顺了凯撒,其他各邦统治者也同样纷纷叛离,外部的势力已无一尚存。
οὐ μὴν διετάραξέ τι τούτων αὐτόν, ἀλλὰ ὥσπερ ἄσμενος τὸ ἐλπίζειν ἀποτεθειμένος, ἵνα καὶ τὸ φροντίζειν,1 τὴν μὲν ἔναλον ἐκείνην δίαιταν, ἣν Τιμώνειον ὠνόμαζεν, ἐξέλιπεν, ἀναληφθεὶς δὲ ὑπὸ τῆς Κλεοπάτρας εἰς τὰ βασίλεια πρὸς δεῖπνα καὶ πότους καὶ διανομὰς ἔτρεψε τὴν πόλιν, ἐγγράφων μὲν εἰς ἐφήβους τὸν Κλεοπάτρας παῖδα καὶ Καίσαρος, τὸ δὲ ἀπόρφυρον καὶ τέλειον ἱμάτιον Ἀντύλλῳ τῷ ἐκ Φουλβίας περιτιθείς, ἐφʼ οἷς ἡμέρας πολλὰς συμπόσια καὶ κῶμοι καὶ θαλίαι τὴν Ἀλεξάνδρειαν κατεῖχον. αὐτοὶ δὲ τὴν μὲν τῶν ἀμιμητοβίων ἐκείνην σύνοδον κατέλυσαν, ἑτέραν δὲ συνέταξαν οὐδέν τι λειπομένην ἐκείνης ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις, ἣν συναποθανουμένων ἐκάλουν. ἀπεγράφοντο γὰρ οἱ φίλοι συναποθανουμένους ἑαυτούς, καὶ διῆγον εὐπαθοῦντες ἐν δείπνων περιόδοις.
然而,这些消息丝毫没有使他感到不安,反而宛如欣然抛弃了希望以便同时也摆脱忧虑一般,他离开了自己称作“蒂蒙庐”的那座海上居所,被克利奥帕特拉迎回王宫后,便使全城转向宴饮、豪饮与分发犒赏之中。他将克利奥帕特拉与凯撒所生的儿子列入青年名册,又为他与富尔维娅所生的儿子安提卢斯穿上无紫边的成年托加袍;为此,盛大的酒宴、狂欢和庆典在亚历山大里亚持续了许多天。他们二人解散了那个著名的“无双生活者”社团,另行组建了一个在雅致、奢靡和挥霍程度上毫不逊色于前者的社团,并称之为“同死者”。因为朋友们都将自己登记为“同死者”,在一轮接一轮的宴席中纵情享乐度日。
Κλεοπάτρα δὲ φαρμάκων θανασίμων συνῆγε παντοδαπὰς δυνάμεις, ὧν ἑκάστης τὸ ἀνώδυνον ἐλέγχουσα προὔβαλλε τοῖς ἐπὶ θανάτῳ φρουρουμένοις. ἐπεὶ δὲ ἑώρα τὰς μὲν ὠκυμόρους τὴν ὀξύτητα τοῦ θανάτου δι’ ὀδύνης ἐπιφερούσας, τὰς δὲ πρᾳοτέρας τάχος οὐκ ἐχούσας, τῶν θηρίων ἀπεπειρᾶτο, θεωμένης αὐτῆς ἕτερον ἑτέρῳ προσφερόντων.2
克利奥帕特拉则收集了形形色色致命毒药的药力,为了检验每一种毒药是否没有痛苦,便把它们试用在被拘禁的死囚身上。当她看到那些迅速致死的毒药在剧痛中带来急促的死亡,而较为温和的毒药又不够迅捷时,便开始尝试毒兽,并在自己亲自注视下让差役们将一种又一种毒兽施加于囚犯。
ἐποίει δὲ τοῦτο καθʼ ἡμέραν· καὶ σχεδὸν ἐν πᾶσι μόνον εὕρισκε τὸ δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ καὶ στεναγμοῦ κάρον ὑπνώδη καὶ καταφορὰν ἐφελκόμενον, ἱδρῶτι μαλακῷ τοῦ προσώπου, καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει παραλυομένων ῥᾳδίως καὶ δυσχεραινόντων3 πρὸς τὰς ἐξεγέρσεις καὶ ἀνακλίσεις, ὥσπερ οἱ βαθέως καθεύδοντες.
她每日都进行这种试验;在几乎所有的毒物中,她发现唯有角蝰(或眼镜蛇)的噬咬不会引起痉挛或呻吟,只会带来嗜睡的昏厥与沉睡;面部渗出微汗,感官逐渐模糊,中毒者极易陷入肢体瘫痪,并且抗拒被唤醒或被扶起,正如沉睡中的人一样。
- 71.2ἵνα καὶ τὸ φροντίζειν
在以 ἵνα 引导的目的从句中,省略了虚拟式谓语动词(如 ἀποθῆται),其含义直接承接前面的分词短语 τὸ ἐλπίζειν ἀποτεθειμένος:“为了[把]忧虑[也一并抛弃]”。
- 71.4θεωμένης αὐτῆς ἕτερον ἑτέρῳ προσφερόντων
重叠的独立属格结构:θεωμένης αὐτῆς(“在由她亲自注视之下”)与以不特定人员(侍从或刽子手)为主语的 προσφερόντων(“他们施加时”)并置。ἕτερον ἑτέρῳ 为相互/分配性表达,意为“将一种又一种毒兽依次施加于不同的囚犯身上”。
- 71.5παραλυομένων ῥᾳδίως καὶ δυσχεραινόντων
属格复数现在分词 παραλυομένων 与 δυσχεραινόντων 的逻辑主语并非紧邻的“感官(τῶν αἰσθητηρίων)”,而是承受咬伤的“被试者们(死囚们)”。后续关于“抗拒被唤醒或扶起(δυσχεραινόντων)”的行为与心理描写,以及紧接的比较从句 ὥσπερ οἱ βαθέως καθεύδοντες(“正如沉睡中的人一样”),均要求以人作为主语。
