← 普鲁塔克

安东尼传

§70.1-70.4

雅典厌世者蒂蒙的轶事与墓志铭

普鲁塔克记述了雅典厌世者蒂蒙的为人、他与阿尔基比亚德及阿佩曼图斯的轶事、在公民大会上的怪诞发言,以及他在海滨墓地的两首墓志铭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§70.1

ὁ δὲ Τίμων ἦν Ἀθηναῖος, καὶ γέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος δραμάτων λαβεῖν ἔστι. κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυσμενὴς καὶ μισάνθρωπος· ἐκκλίνων δὲ καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην, νέον ὄντα καὶ θρασύν, ἠσπάζετο καὶ κατεφίλει προθύμως. Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο.1

这位蒂蒙是雅典人,其盛年大致在伯罗奔尼撒战争时期,这一点可以从阿里斯托芬和柏拉图的戏剧中得知。因为在那些剧作中,他被讽刺为一个乖僻且厌世的人;但他虽然回避并拒绝一切与人的往来,却对当时年轻狂妄的阿尔基比亚德热情相迎,并热烈地亲吻他。阿佩曼图斯对此感到惊异并询问其缘由,蒂蒙回答说,他之所以喜欢这个年轻人,是因为他深知此人将成为雅典人诸多灾祸的罪魁祸首。

§70.2

τὸν δὲ Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο· καί ποτε τῆς τῶν Χοῶν οὔσης ἑορτῆς εἱστιῶντο καθʼ αὑτοὺς οἱ δύο, τοῦ δʼ Ἀπημάντου φήσαντος, ὡς καλόν, ὦ Τίμων, τὸ συμπόσιον ἡμῶν, εἴγε σύ, ἔφη, μὴ παρῆς.2 λέγεται δὲ Ἀθηναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμα ποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάλην διὰ τὸ παράδοξον· εἶτα εἰπεῖν· ἔστι μοι μικρὸν οἰκόπεδον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν,3 ἀπάγξωνται. τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον.

唯有阿佩曼图斯,因性情与自己相似并效仿自己的生活方式,蒂蒙有时才会接纳他;有一次,在斟酒节期间,两人私下单独宴饮,阿佩曼图斯说道: “蒂蒙啊,我们的宴席是多么美好!” “只要你,”他回答道,“不在这里,那才美好。” 又据说,有一次雅典人正在举行公民大会时,他登上讲坛,由于这桩怪异的事而让全场肃静并引起极大的期待;随后他说道: “雅典的男人们,我有一块小小的地产,上面长着一株无花果树,公民中已有不少人在这棵树上自缢而死。因此,我正打算在那块地方兴建房屋,所以想公开向大家宣告:如果你们当中有人愿意的话,趁无花果树被砍倒之前,赶快去自缢吧。” 他在去世后被安葬在哈莱的海滨,海岸突出的一块地面塌陷了下去,潮水环绕四周,使得他的坟墓变得令人无法涉足与接近。

§70.4

ἦν δʼ ἐπιγεγραμμένον· "ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι. τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε." καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι· "Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε, οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον."

上面刻着这样的碑文: “我断绝了多舛的性命在此安卧。 你们休想探知我的姓名;恶徒们,愿你们凄惨地灭亡!” 据说这是他生前亲自作下的,而流传甚广的那首则是卡利马科斯所作: “厌世者蒂蒙住在这里;但径自走过吧, 只要狠狠诅咒我一番,就径自走过吧。”

语法注3 条
  1. 70.1εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο

    在由历史时态动词 ἔφη 引出的从句(ὅτι 从句)中,直接引语中的将来时直陈语气(ἔσται)转换为了间接引语希求语气(ἔσοιτο)。

  2. 70.2εἴγε σύ, ἔφη, μὴ παρῆς

    省略了结果主句(apodosis)的条件句结构。它承接上文阿佩曼图斯的感叹“ὡς καλόν... τὸ συμπόσιον ἡμῶν”(“我们的宴席是多么美好”),省略了“(若你不在)那才美好”这一承前被理解的谓语内容。

  3. 70.3πρὶν ἐκκοπῆναι τὴν συκῆν

    在肯定句中,πρίν 接不定式(ἐκκοπῆναι)表示时间在先(“在无花果树被砍倒之前”)的典型结构。由于主句并非否定句,因而依规则采用不定式而非连接语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:70.1-70.4