← 普鲁塔克

安东尼传

§69.1-69.4

安东尼返回亚历山大里亚与效仿蒂蒙隐居

安东尼在利比亚陷入孤立且部下叛变,自杀被阻后被带回亚历山大里亚;克利奥帕特拉企图将舰队拖过地峡送入红海,却遭阿拉伯人焚船而受挫。随后,安东尼离开都市,在法罗斯附近的海堤上筑室隐居,效仿愤世者蒂蒙疏离人群。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.1

Ἀντώνιος δὲ Λιβύης ἁψάμενος καὶ Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥητορικῷ, Ῥωμαίῳ δὲ Λουκιλλίῳ, περὶ οὗ δι’ ἑτέρων γεγράφαμεν ὡς ἐν Φιλίπποις, ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον,1 αὐτὸς αὑτόν, ὡς δὴ Βροῦτος ὤν, ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς ὑπʼ Ἀντωνίου διὰ τοῦτο, πιστὸς αὐτῷ καὶ βέβαιος ἄχρι τῶν ἐσχάτων καιρῶν παρέμεινεν.

至于安东尼,他在利比亚登陆,并从帕莱托尼乌姆送克利奥帕特拉先回埃及后,自己便在极度的孤独中度日,心神迷乱地徘徊流连,身边只随侍着两位友人:希腊修辞学家阿里斯托克拉特,以及罗马人卢基利乌斯——关于此人,我们在别处已经记载过,他在腓立比为了让布鲁图得以脱逃,自称是布鲁图本人而投降追兵,并因此被安东尼赦免保全,自此直至最后的危难关头,他都对安东尼保持着忠贞与不渝。

§69.2

ἐπεὶ δὲ καὶ τὴν ἐν Λιβύῃ δύναμιν ὁ πεπιστευμένος ἀπέστησεν, ὁρμήσας ἑαυτὸν ἀνελεῖν καὶ διακωλυθεὶς ὑπὸ τῶν φίλων καὶ κομισθεὶς εἰς Ἀλεξάνδρειαν εὗρε Κλεοπάτραν ἐπιτολμῶσαν ἔργῳ παραβόλῳ καὶ μεγάλῳ. τοῦ γὰρ εἴργοντος ἰσθμοῦ τὴν ἐρυθρὰν ἀπὸ τῆς κατʼ Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίαν καὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστα τοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι, τριακοσίων σταδίων ὄντων,2 ἐνεχείρησεν ἄρασα τὸν στόλον ὑπερνεωλκῆσαι, καὶ καθεῖσα τὰς ναῦς εἰς τὸν Ἀραβικὸν κόλπον μετὰ χρημάτων πολλῶν καὶ δυνάμεως ἔξω κατοικεῖν, ἀποφυγοῦσα δουλείαν καὶ πόλεμον. ἐπεὶ δὲ τὰς πρώτας ἀνελκομένας τῶν νεῶν οἱ περὶ τὴν Πέτραν Ἄραβες κατέκαυσαν, ἔτι δὲ Ἀντώνιος τὸν ἐν Ἀκτίῳ στρατὸν ᾤετο συμμένειν, ἐπαύσατο, καὶ τὰς ἐμβολὰς ἐφύλαττεν.

但是,当受托统领利比亚军队的将领也率军反叛时,安东尼企图自杀,被朋友们阻拦并带回亚历山大里亚,却发现克利奥帕特拉正冒险图谋一项宏大险峻的举措。原来,那条隔开红海与埃及海域、被视为亚洲与利比亚分界的地峡,在被两侧海洋挤压最甚、宽度最窄之处有三百斯塔迪昂,她便企图将整个舰队拖拽上陆运过地峡,再将船只下水放入阿拉伯湾,携带巨额钱财和军队前往域外定居,以摆脱奴役与战争。然而,由于最先拖上陆地的船只被佩特拉一带的阿拉伯人焚毁,加之安东尼当时以为亚克兴的陆军仍坚守未散,她便停止了这一企图,转而把守各个要口。

§69.4

Ἀντώνιος δὲ τὴν πόλιν ἐκλιπὼν καὶ τὰς μετὰ τῶν φίλων διατριβάς, οἴκησιν ἔναλον κατεσκεύαζεν αὑτῷ περὶ τὴν Φάρον, εἰς τὴν θάλασσαν χῶμα προβαλών· καὶ διῆγεν αὐτόθι φυγὰς ἀνθρώπων, καὶ τὸν Τίμωνος ἀγαπᾶν καὶ ζηλοῦν βίον ἔφασκεν, ὡς δὴ πεπονθὼς ὅμοια· καὶ γὰρ αὐτὸς ἀδικηθεὶς ὑπὸ φίλων καὶ ἀχαριστηθείς, διὰ τοῦτο καὶ πᾶσιν ἀνθρώποις ἀπιστεῖν καὶ δυσχεραίνειν.3

安东尼则离开了城池以及同朋友们的聚会交游,在法罗斯附近向海中筑起一道长堤,为自己建造了一处水上居所;他在那里避开世人隐居生活,声称自己热爱并效法蒂蒙的生涯,因为自己也遭受了同样的命运;他说他自己同样遭到了朋友们的背信与负恩,正是因此才对全人类怀有猜忌与厌恶。

语法注3 条
  1. 69.1ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον

    介词 ὑπέρ 与中性单数属格定冠词 τοῦ 及不定式 διαφυγεῖν 连用,构成表示目的的结构(“为了让布鲁图逃跑”)。名词 Βροῦτον 作为不定式 διαφυγεῖν 的逻辑主语(对格形式)。

  2. 69.2τοῦ γὰρ εἴργοντος ἰσθμοῦ τὴν ἐρυθρὰν ἀπὸ τῆς κατʼ Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίαν καὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστα τοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι, τριακοσίων σταδίων ὄντων

    复合的属格独立结构。名词 τοῦ ἰσθμοῦ 由分词 εἴργοντος 和 δοκοῦντος 修饰;在插入的关系分句 ᾗ σφίγγεται... 说明具体地点之后,接续了表示尺寸的属格独立短语 τριακοσίων σταδίων ὄντων([其宽度]为三百斯塔迪昂)。主句的谓语动词在后文的 ἐνεχείρησεν ἄρασα... 中展开。

  3. 69.4καὶ γὰρ αὐτὸς ἀδικηθεὶς ὑπὸ φίλων καὶ ἀχαριστηθείς, διὰ τοῦτο καὶ πᾶσιν ἀνθρώποις ἀπιστεῖν καὶ δυσχεραίνειν.

    承接前句主谓动词 ἔφασκεν(他说)所统辖的间接引语,后接不定式 ἀπιστεῖν 与 δυσχεραίνειν。由于不定式的逻辑主语即主句主语(安东尼本人),因此采用主格代词 αὐτός 以及与其一致的主格分词 ἀδικηθεὶς... καὶ ἀχαριστηθείς,而非对格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:69.1-69.4