← 普鲁塔克

安东尼传

§68.1-68.5

残军归降与凯撒救济希腊的回忆

安东尼滞留在亚克兴的舰队终告投降,陆军在坚守七天及主将卡尼迪乌斯弃阵夜逃后亦归降凯撒。随后凯撒赈济困厄的希腊城邦,作者藉此记述了曾祖父尼卡库斯亲历强征运粮并在安东尼败讯传来时得救的家族回忆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§68.1

ταῦτα μὲν οὖν τὰ κατὰ τὸν Ἀντώνιον. ἐν Ἀκτίῳ δὲ πολὺν ὁ στόλος ἀντισχὼν Καίσαρι χρόνον, καὶ μέγιστον βλαβεὶς ὑπὸ τοῦ κλύδωνος ὑψηλοῦ κατὰ πρῴραν ἱσταμένου, μόλις ὥρας δεκάτης ἀπεῖπε. καὶ νεκροὶ μὲν οὐ πλείους ἐγένοντο πεντακισχιλίων, ἑάλωσαν δὲ τριακόσιαι νῆες, ὡς αὐτὸς ἀνέγραψε Καῖσαρ.

安东尼方面的情形便是如此。而在亚克兴,他的舰队抵抗了凯撒很长时间,但由于船头正前方涌起的高大风浪遭受了极惨重的打击,直到第十时辰才勉强放弃抵抗。阵亡者不超过五千人,被俘船只却有三百艘,这是凯撒本人记述的。

§68.2

ᾔσθοντο δὲ οὐ πολλοὶ πεφευγότος Ἀντωνίου, καὶ τοῖς πυθομένοις τὸ πρῶτον ἄπιστος ἦν ὁ λόγος, εἰ1 δέκα καὶ ἐννέα τάγματα πεζῶν ἀηττήτων καὶ δισχιλίους ἐπὶ μυρίοις ἱππεῖς ἀπολιπὼν οἴχεται, καθάπερ οὐ πολλάκις ἐπʼ ἀμφότερα τῇ τύχῃ κεχρημένος οὐδὲ μυρίων ἀγώνων καὶ πολέμων μεταβολαῖς ἐγγεγυμνασμένος.

然而,察觉到安东尼已经逃走的人并不多;对于得知此事的人来说,起初这一消息实在难以置信,难以相信他竟会抛下十九个未尝败绩的步兵军团和一万二千名骑兵离去,就仿佛他未曾屡经命运的两面起伏、也未曾在无数争战与战争变幻中受过磨砺一样。

§68.3

οἱ δὲ στρατιῶται καὶ πόθον τινὰ καὶ προσδοκίαν εἶχον ὡς αὐτίκα ποθὲν ἐπιφανησομένου·2 καὶ τοσαύτην ἐπεδείξαντο πίστιν καὶ ἀρετὴν ὥστε καὶ τῆς φυγῆς αὐτοῦ φανερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι, περιορῶντες ἐπιπρεσβευόμενον αὐτοῖς Καίσαρα. τέλος δέ, τοῦ στρατηγοῦ Κανιδίου νύκτωρ ἀποδράντος καὶ καταλιπόντος τὸ στρατόπεδον, γενόμενοι πάντων ἔρημοι καὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων, τῷ κρατοῦντι προσεχώρησαν.

士兵们更满怀依恋与期望,以为他随时会从某个地方重新现身;他们表现出如此之高的忠诚与勇武,以至于即便在他的逃亡暴露之后,仍紧密坚守了七天,对凯撒派来的劝降使者置之不理。但最终,随着主将卡尼迪乌斯在夜间弃营逃遁,他们陷入全无依傍且被将领出卖的境地,才归附了胜者。

§68.4

ἐκ τούτου Καῖσαρ μὲν ἐπʼ Ἀθήνας ἔπλευσε, καὶ διαλλαγεὶς τοῖς Ἕλλησι τὸν περιόντα σῖτον ἐκ τοῦ πολέμου διένειμε ταῖς πόλεσι πραττούσαις ἀθλίως καὶ περικεκομμέναις χρημάτων, ἀνδραπόδων, ὑποζυγίων. ὁ γοῦν πρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺς πολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοις καταφέρειν μέτρημα πυρῶν τεταγμένον ἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ μαστίγων ἐπιταχυνομένους· καὶ μίαν μὲν οὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι,3 καὶ τοῦτο διασῶσαι τὴν πόλιν· εὐθὺς γὰρ τῶν Ἀντωνίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων διανείμασθαι τὸν σῖτον αὐτούς.

在此之后,凯撒乘船前往雅典,与希腊人达成和解,并将战后剩余的粮食分发给那些处境悲惨、被搜刮走金钱、奴隶和牲畜的城邦。我们的曾祖父尼卡库斯便曾讲述,当时所有市民都被迫用肩膀挑运定量的小麦,在皮鞭的催逼下前往安提基拉方向的海边;他们就这样运送了一趟,而当第二趟已经称量完毕、正准备扛起运走时,传来了安东尼战败的消息,正是这一消息拯救了整座城池;因为安东尼的管事官员与驻军当即四散奔逃,市民们便自行瓜分了那些粮食。

语法注3 条
  1. 68.2ἄπιστος ἦν ὁ λόγος, εἰ

    在表达怀疑、难以置信或情绪的词语(ἄπιστος)之后,连词 εἰ 引导的名词性从句相当于 ὅτι(表示“……这一事实/说法”),而非间接疑问词(“是否”)。意为“他竟然抛弃……而离去这一消息令人难以置信”。

  2. 68.3ὡς αὐτίκα ποθὲν ἐπιφανησομένου

    由小词 ὡς 搭配未来分词构成的属格绝对结构,用以具体说明前句名词 προσδοκίαν(期望)的内容。分词在逻辑上的主语为安东尼,采用 ὡς 加属格绝对结构旨在表现士兵们主观上的期待与深信。

  3. 68.5τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι

    间接引语中嵌套的不定词结构。ἀγγελῆναι(传来消息)充当间接叙述的主动词,其主语内容由分词结构 νενικημένον Ἀντώνιον(安东尼战败)承担;与格分词 μεμετρημένοις καὶ μέλλουσιν 为关系与格/关涉与格,指代承受这一变故的市民(“在他们已经过秤、正准备扛起之时”);τὴν δευτέραν 则是承接前文 φορὰν 的宾格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:68.1-68.5