- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:67.1-67.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼登上克利奥帕特拉的座舰后陷入沉寂,在击退追兵尤里克勒斯后抵达泰纳鲁姆,并在侍女撮合下与女王重修于好;随后他将重宝分赐友人遣其避难,并命陆军指挥官卡尼迪乌斯撤往亚洲。
ἐκείνη δὲ γνωρίσασα σημεῖον ἀπὸ τῆς νεὼς ἀνέσχε· καὶ προσενεχθεὶς οὕτω καὶ ἀναληφθεὶς ἐκείνην μὲν οὔτε εἶδεν οὔτε ὤφθη, παρελθὼν δὲ μόνος εἰς πρῴραν ἐφʼ ἑαυτοῦ καθῆστο σιωπῇ, ταῖς χερσὶν ἀμφοτέραις ἐχόμενος τῆς κεφαλῆς.1
她认出了他,便从船上挂起信号;安东尼被接引过去并带上了船,但他既不见她,也不让她相见,只是独自走到船首,自己一人默默枯坐,双手抱头。
ἐν τούτῳ δὲ λιβυρνίδες ὤφθησαν διώκουσαι παρὰ Καίσαρος· ὁ δὲ ἀντίπρῳρον ἐπιστρέφειν τὴν ναῦν κελεύσας τὰς μὲν ἄλλας ἀνέστειλεν, Εὐρυκλῆς δʼ ὁ Λάκων ἐνέκειτο σοβαρῶς, λόγχην τινὰ κραδαίνων ἀπὸ τοῦ καταστρώματος ὡς ἀφήσων ἐπʼ αὐτόν.2 ἐπιστάντος δὲ τῇ πρῴρᾳ τοῦ Ἀντωνίου καί τίς οὗτος, εἰπόντος, ὁ διώκων Ἀντώνιον; ἐγώ, εἶπεν, Εὐρυκλῆς ὁ Λαχάρους, τῇ Καίσαρος τύχῃ3 τὸν τοῦ πατρὸς ἐκδικῶν θάνατον.
此时,凯撒派出的利布尔尼亚轻快战船追赶而来;安东尼下令调转船头迎敌,阻退了其余船只,唯有拉哥尼亚人尤里克勒斯气势汹汹地逼上前来,在甲板上挥舞长矛,做出要向他掷去的样子。安东尼立于船首问道: “追赶安东尼的这人是谁?” 对方答道: “我是尤里克勒斯,拉哈雷斯之子,借凯撒的鸿运来为我父之死报仇。”
ὁ δὲ Λαχάρης ὑπʼ Ἀντωνίου λῃστείας αἰτίᾳ περιπεσὼν ἐπελεκίσθη. πλὴν οὐκ ἐνέβαλεν ὁ Εὐρυκλῆς εἰς τὴν Ἀντωνίου ναῦν, ἀλλὰ τὴν ἑτέραν τῶν ναυαρχίδων ʽδύο γὰρ ἦσανʼ τῷ χαλκώματι πατάξας περιερρόμβησε, καὶ ταύτην τε πλαγίαν περιπεσοῦσαν εἷλε καὶ τῶν ἄλλων μίαν, ἐν ᾗ πολυτελεῖς σκευαὶ τῶν περὶ δίαιταν ἦσαν.
原来这拉哈雷斯曾因海盗之罪获罪,被安东尼斩首。然而尤里克勒斯并没有撞击安东尼的船,而是以青铜冲角重击了另一艘旗舰(因为原配有两艘),使其在水面上打转;他俘获了这艘横向倾侧失控的战船,又俘获了另一艘装满奢华起居用具的船只。
ἀπαλλαγέντος δὲ τούτου πάλιν ὁ Ἀντώνιος εἰς τὸ αὐτὸ σχῆμα καθεὶς ἑαυτὸν ἡσυχίαν ἦγε· καὶ τρεῖς ἡμέρας καθʼ ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς, εἴθʼ ὑπʼ ὀργῆς, εἴτʼ αἰδούμενος ἐκείνην, Ταινάρῳ προσέσχεν. ἐνταῦθα δʼ αὐτοὺς αἱ συνήθεις γυναῖκες πρῶτον μὲν εἰς λόγους ἀλλήλοις συνήγαγον, εἶτα συνδειπνεῖν καὶ συγκαθεύδειν ἔπεισαν.
待此人离去之后,安东尼又恢复原样枯坐,默然不语;他在船首独自静坐了三天,或是出于愤怒,或是羞于见她,随后船只靠泊于泰纳鲁姆岬。在那里,熟悉的侍女们先是撮合他们相互交谈,随后又劝说他们一同进餐、同榻共寝。
ἤδη δὲ καὶ τῶν στρογγύλων πλοίων οὐκ ὀλίγα καὶ τῶν φίλων τινὲς ἐκ τῆς τροπῆς ἠθροίζοντο πρὸς αὐτούς, ἀγγέλλοντες ἀπολωλέναι τὸ ναυτικόν, οἴεσθαι δὲ τὸ πεζὸν συνεστάναι. Ἀντώνιος δὲ πρὸς μὲν Κανίδιον ἀγγέλους ἔπεμπεν, ἀναχωρεῖν διὰ Μακεδονίας εἰς Ἀσίαν τῷ στρατῷ κατὰ τάχος κελεύων, αὐτὸς δὲ μέλλων ἀπὸ Ταινάρου πρὸς τὴν Λιβύην διαίρειν, ὁλκάδα μίαν, πολὺ μὲν νόμισμα, πολλοῦ δὲ ἀξίας ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὰς τῶν βασιλικῶν κομίζουσαν, ἐξελόμενος τοῖς φίλοις ἐπέδωκε κοινῇ, νείμασθαι καὶ σώζειν ἑαυτοὺς κελεύσας.4 ἀρνουμένους δὲ καὶ κλαίοντας εὐμενῶς πάνυ καὶ φιλοφρόνως παραμυθησάμενος καὶ δεηθεὶς ἀπέστειλε, γράψας πρὸς Θεόφιλον τὸν ἐν Κορίνθῳ διοικητὴν ὅπως ἀσφάλειαν ἐκπορίσῃ καὶ ἀποκρύψῃ τοὺς ἄνδρας ἄχρι ἂν ἱλάσασθαι Καίσαρα δυνηθῶσιν. οὗτος ἦν Θεόφιλος Ἱππάρχου πατὴρ τοῦ πλεῖστον παρὰ Ἀντωνίῳ δυνηθέντος, πρώτου δὲ πρὸς Καίσαρα τῶν ἀπελευθέρων μεταβαλομένου καὶ κατοικήσαντος ὕστερον ἐν Κορίνθῳ.
此时,已有不少商船以及若干友人从溃败中聚集到他们身边,通报说海军已经覆没,但认为陆军依然保持完整。安东尼向卡尼迪乌斯派出信使,命他率军取道马其顿迅速撤往亚洲;他自己则准备从泰纳鲁姆渡海前往利比亚,便挑选了一艘载有大量钱币及极贵重金银王室器物的货船,共同赠予友人,命他们分掉财物,保全自身。见友人们推辞垂泪,他以极温和诚挚的态度抚慰恳求,将他们遣走,并致信科林斯的总管西奥菲勒斯,嘱咐他务必设法保障安全、匿藏这些人,直至他们能够平息凯撒的怒火。这位西奥菲勒斯便是希帕库斯的父亲,希帕库斯曾深受安东尼器重,却在获释奴隶中率先背叛投奔凯撒,后来定居于科林斯。
- 67.1ἐχόμενος τῆς κεφαλῆς
动词 ἔχω 的中间态(ἔχομαι)后接属格名词(τῆς κεφαλῆς),表示“抓住”、“抱住”某部位(触碰或抓握属格)。
- 67.2ὡς ἀφήσων ἐπʼ αὐτόν
小词 ὡς 与将来分词 ἀφήσων 连用,表达主观意图或威胁性动作(“做出要向他掷去的样子/意欲投掷”)。
- 67.2τῇ Καίσαρος τύχῃ
表示手段或随附情状的与格,意为“仰仗/托凯撒的运势”。
- 67.6νείμασθαι καὶ σώζειν ἑαυτοὺς κελεύσας
第三人称反身代词 ἑαυτούς 在不定式结构中作间接反身代词,指代不定式的逻辑主语(友人们),相当于第二人称复数 ὑμᾶς αὐτούς 的代用。
