← 普鲁塔克

安东尼传

§66.1-66.5

亚克兴激战与克利奥帕特拉及安东尼的逃跑

亚克兴海战演变成围绕巨舰的攻城战局面,混战之中克利奥帕特拉的舰队突然逃逸,安东尼亦抛下军队随之追去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

ἀρχομένου δὲ τοῦ ἀγῶνος ἐν χερσὶν εἶναι, ἐμβολαὶ μὲν οὐκ ἦσαν οὐδὲ ἀναρρήξεις νεῶν, τῶν μὲν Ἀντωνίου διὰ βάρος ῥύμην οὐκ ἐχουσῶν, ἣ μάλιστα ποιεῖ τὰς τῶν ἐμβόλων πληγὰς ἐνεργούς, τῶν δὲ Καίσαρος οὐ μόνον ἀντιπρῴρων1 συμφέρεσθαι πρὸς χαλκώματα στερεὰ καὶ τραχέα φυλασσομένων, ἀλλὰ μηδὲ κατὰ πλευρὰν ἐμβολὰς διδόναι θαρρουσῶν.

当交战开始进入短兵相接之时,却没有发生船只的撞击与冲毁;因为安东尼的船舰因体量笨重而缺乏冲力,而冲力正是使冲角的撞击发挥效力的关键,凯撒的船舰不仅提防着以船首正面碰撞对方坚硬粗糙的铜装甲,甚至连向其侧舷施加撞击的勇气也没有。

§66.2

ἀπεθραύοντο γὰρ τὰ ἔμβολα ῥᾳδίως ᾗ προσπέσοιεν σκάφεσι τετραγώνων ξύλων μεγάλων σιδήρῳ συνηρμοσμένων πρὸς ἄλληλα δεδεμένοις. ἦν οὖν πεζομαχίᾳ προσφερὴς ὁ ἀγών· τὸ δὲ ἀληθέστερον εἰπεῖν, τειχομαχία. τρεῖς γὰρ ἅμα καὶ τέσσαρες περὶ μίαν τῶν Ἀντωνίου συνείχοντο, γέρροις καὶ δόρασι καὶ κοντοῖς χρωμένων2 καὶ πυροβόλοις· οἱ δὲ Ἀντωνίου καὶ καταπέλταις ἀπὸ ξυλίνων πύργων ἔβαλλον.

因为冲角一旦撞上那些由巨大的方形木料用铁件拼合加固的船身,便极易折断。因此,这场交锋宛如一场陆战,或者说得更确切些,犹如一场攻城战;三四艘船同时围攻安东尼的一艘船,士兵们使用藤盾、长矛、长枪和喷火弹作战,而安东尼的战士们亦从木塔上以石弩发射弹丸。

§66.3

Ἀγρίππου δὲ θάτερον κέρας εἰς κύκλωσιν ἐκτείνοντος, ἀντανάγειν Ποπλικόλας ἀναγκαζόμενος ἀπερρήγνυτο τῶν μέσων. θορυβουμένων δὲ τούτων καὶ συμπλεκομένων τοῖς περὶ τὸν Ἀρρούντιον, ἀκρίτου δὲ καὶ κοινῆς ἔτι τῆς ναυμαχίας συνεστώσης, αἰφνίδιον αἱ Κλεοπάτρας ἑξήκοντα νῆες ὤφθησαν αἰρόμεναι πρὸς ἀπόπλουν τὰ ἱστία καὶ διὰ μέσου φεύγουσαι τῶν μαχομένων· ἦσαν γὰρ ὀπίσω τεταγμέναι τῶν μεγάλων, καὶ διεκπίπτουσαι ταραχὴν ἐποίουν.

当阿格里帕向外延展一翼意图包围时,普布利科拉被迫迎上前去,因而与中军脱节。正当中军陷入混乱、并与阿伦提乌斯的部队混战在一起,海战依然胜负未决、势均力敌之际,克利奥帕特拉的六十艘战船忽然被看见扬帆企图离去,并从交战双方的正当中穿行逃遁;因为它们原先布置在巨舰之后,这一突围穿行立时引起了骚乱。

§66.4

οἱ δὲ ἐναντίοι θαυμάζοντες ἐθεῶντο, τῷ πνεύματι χρωμένας ὁρῶντες καὶ ἐπεχούσας πρὸς τὴν Πελοπόννησον. ἔνθα δὴ φανερὸν αὑτὸν Ἀντώνιος ἐποίησεν οὔτε ἄρχοντος οὔτε ἀνδρὸς οὔτε ὅλως ἰδίοις λογισμοῖς διοικούμενον,3 ἀλλʼ ὅπερ τις παίζων εἶπε, τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ σώματι ζῆν, ἑλκόμενος ὑπὸ τῆς γυναικὸς ὥσπερ συμπεφυκὼς καὶ συμμεταφερόμενος.

敌军惊异地注视着这一幕,见它们顺风驶向伯罗奔尼撒。此时安东尼清楚地暴露出,他既未受统帅之理智,亦未受男子汉之理智,更全然未受自身理智之支配,而是正如有人戏言“爱人的灵魂寄生于他人的躯体之中”一样,他仿佛与那妇人融为一体、身不由己地被她拖拽而去。

§66.5

οὐ γὰρ ἔφθη τὴν ἐκείνης ἰδὼν ναῦν ἀποπλέουσαν, καὶ4 πάντων ἐκλαθόμενος καὶ προδοὺς καὶ ἀποδρὰς τοὺς ὑπὲρ αὐτοῦ μαχομένους καὶ θνήσκοντας, εἰς πεντήρη μετεμβάς, Ἀλεξᾶ τοῦ Σύρου καὶ Σκελλίου μόνων αὐτῷ συνεμβάντων, ἐδίωκε τὴν ἀπολωλεκυῖαν ἤδη καὶ προσαπολοῦσαν αὐτόν.

因为他一看见她的船扬帆离去,便将一切抛之脑后,背叛并逃离了那些为他作战并赴死的战士,换乘上一艘五列桨战船,仅有叙利亚人阿莱克萨斯与斯凯利乌斯二人与他同船,径自去追赶那个早已毁灭了他、且将让他彻底灭亡的女人。

语法注4 条
  1. 66.1ἀντιπρῴρων

    形容词 ἀντίπρῳρος(船首相对的)的阴性属格复数,与前文的 τῶν δὲ Καίσαρος(凯撒的船舰)相一致,表述语用法(“以船首正面碰撞”),亦可视为修饰 συμφέρεσθαι 的副词性用法。

  2. 66.2χρωμένων

    属格独立结构,其逻辑主语(交战的士兵/围攻者)并未在句中明确给出,需根据上下文“三四艘围攻一艘”的语境补出。

  3. 66.4οὔτε ἄρχοντος οὔτε ἀνδρὸς οὔτε ὅλως ἰδίοις λογισμοῖς διοικούμενον

    依附于分词 διοικούμενον;与格名词 λογισμοῖς(以理智)被倒省式地同前面两个属格 ἄρχοντος 和 ἀνδρός 产生逻辑关联,即“既不受统帅的理智,亦不受男子的理智,更全然不受自己的理智所支配”。

  4. 66.5οὐ γὰρ ἔφθη τὴν ἐκείνης ἰδὼν ναῦν ἀποπλέουσαν, καὶ

    οὐ φθάνω ... καί ... 的固定句式(“一……就……”、“刚一……便……”)。不定过去时动词 ἔφθη 带补充分词 ἰδών,而 καί 则引导后续的主句动作(ἐδίωκε)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:66.1-66.5