- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:65.1-65.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
暴风在第五天停息后,亚克兴海战的双方舰队展开部署,凯撒途中偶遇带吉兆的赶驴人。面对安东尼保持静止的阵列,安东尼军左翼乘着正午的海风率先出击,凯撒随即令右翼倒桨后撤以诱敌出狭道。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τρεῖς τὰς ἐφεξῆς μεγάλῳ πνεύματι κυμανθὲν τὸ πέλαγος τὴν μάχην ἐπέσχε, πέμπτῃ δὲ νηνεμίας καὶ γαλήνης ἀκλύστου γενομένης συνῄεσαν, Ἀντώνιος μὲν τὸ δεξιὸν κέρας ἔχων καὶ Ποπλικόλας, Κοίλιος δὲ τὸ εὐώνυμον, ἐν μέσῳ δὲ Μάρκος Ὀκτάβιος καὶ Μάρκος Ἰνστήϊος.
因此,在那一天以及接下来的三天里,狂风卷起巨浪,阻碍了交战;但在第五天,风平浪静,波澜不兴,双方舰队驶入交战海域。安东尼与普布利科拉统领右翼,科埃利乌斯统领左翼,中路则是马可·奥克塔维乌斯与马可·因斯泰乌斯。
Καῖσαρ δʼ ἐπὶ τοῦ εὐωνύμου τάξας Ἀγρίππαν αὑτῷ τὸ δεξιὸν κατέλιπε. τῶν δὲ πεζῶν τὸν μὲν Ἀντωνίου Κανίδιος, τὸν δὲ Καίσαρος Ταῦρος ἐπὶ τῆς θαλάττης παρατάξαντες ἡσύχαζον. αὐτῶν δὲ τῶν ἡγεμόνων Ἀντώνιος μὲν ἐπεφοίτα πανταχόσε κωπήρει, τοὺς στρατιώτας παρακαλῶν ὑπὸ βρίθους τῶν νεῶν ὥσπερ ἐκ γῆς ἑδραίους μάχεσθαι, τοῖς δὲ κυβερνήταις διακελευόμενος ὥσπερ ὁρμούσαις ἀτρέμα ταῖς ναυσὶ δέχεσθαι τὰς ἐμβολὰς τῶν πολεμίων, τὴν περὶ τὸ στόμα δυσχωρίαν φυλάττοντας.1 Καίσαρι δὲ λέγεται μὲν ἔτι σκότους ἀπὸ τῆς σκηνῆς κύκλῳ περιϊόντι πρὸς τὰς ναῦς ἄνθρωπος ἐλαύνων ὄνον ἀπαντῆσαι, πυθομένῳ δὲ τοὔνομα γνωρίσας αὐτὸν εἰπεῖν. ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δὲ ὄνῳ Νίκων. διὸ καὶ τοῖς ἐμβόλοις τὸν τόπον κοσμῶν ὕστερον ἔστησε χαλκοῦν ὄνον καὶ ἄνθρωπον.
凯撒将阿格里帕布置在左翼,自己则保留了右翼。至于陆军,卡尼狄乌斯将安东尼的军队沿海排列,托鲁斯亦将凯撒的军队布防于海畔,双方均按兵不动。在主帅之中,安东尼乘着划艇各处巡视,激励士兵们鉴于船身沉重,应如在陆地上一样稳如磐石地作战,并吩咐舵手们以静止的船身承受敌舰的撞击,宛如停泊在锚地上一般,严守出海口附近的险要地势。据说凯撒在天色未明之时从营帐中巡查至海船旁,遇到一个赶驴的人;当凯撒询问他的名字时,那人认出了凯撒,便答道: “我的名字叫尤提库斯,这头驴叫尼孔。” 因此,后来凯撒用战船冲角装饰该地时,便在此处立起了一尊青铜的驴与人的雕像。
ἐπιδὼν δὲ τὴν ἄλλην παράταξιν, ἐν πλοίῳ πρὸς τὸ δεξιὸν κομισθεὶς ἐθαύμασεν ἀτρεμοῦντας ἐν τοῖς στενοῖς τοὺς πολεμίους· ἡ γὰρ ὄψις ἦν τῶν νεῶν ἐπʼ ἀγκύραις ὁρμουσῶν. καὶ τοῦτο μέχρι πολλοῦ πεπεισμένος ἀνεῖχε τὰς ἑαυτοῦ περὶ ὀκτὼ στάδια τῶν ἐναντίων ἀφεστώσας. ἕκτη δὲ ἦν ὥρα, καὶ πνεύματος αἰρομένου πελαγίου δυσανασχετοῦντες οἱ Ἀντωνίου πρὸς τὴν διατριβήν, καὶ τοῖς ὕψεσι καὶ μεγέθεσι τῶν οἰκείων νεῶν πεποιθότες ὡς ἀπροσμάχοις, τὸ εὐώνυμον ἐκίνησαν· ἰδὼν δὲ Καῖσαρ ἥσθη καὶ πρύμναν ἐκρούσατο2 τῷ δεξιῷ, βουλόμενος ἔτι μᾶλλον ἐκ τοῦ κόλπου καὶ τῶν στενῶν ἔξω τοὺς πολεμίους ἐπισπάσασθαι, καὶ περιπλέων εὐήρεσι σκάφεσι τοῖς ἑαυτοῦ συμπλέκεσθαι πρὸς ναῦς ὑπʼ ὄγκου καὶ πληρωμάτων ὀλιγότητος ἀργὰς καὶ βραδείας.
凯撒视察了其余阵列后,乘小船驶向右翼,见敌军在狭道中纹丝不动,大感惊异;因为那些船只呈现出下锚停泊的景象。凯撒对此确信不疑了许久,使自己的舰队在距敌约八斯塔德之处按兵待命。时值第六时辰,海风刮起,安东尼的部下们对拖延感到不耐烦,又自恃己方船只高大雄伟、不可阻挡,便将左翼开动起来;凯撒见状大喜,令右翼划桨后撤,意欲将敌军进一步引出海湾与海峡之外,好利用自己操纵便捷的轻捷船只四面游弋,与那些因体量庞大、人员短缺而迟钝笨重的敌舰交战。
- 65.3φυλάττοντας
分词 φυλάττοντας 在逻辑上修饰由 διακελευόμενος 所支配的与格 τοῖς δὲ κυβερνήταις,但采用了宾格而非预期的与格(意念一致,constructio ad sensum)。这是因为受不定式 δέχεσθαι 的逻辑主语(宾格)牵引,若依严格语法一致则应为与格 φυλάττουσι。
- 65.5πρύμναν ἐκρούσατο
希腊海战中的固定习语(κρούεσθαι πρύμναν,字面为“击打船艉”),意为“倒桨”、“船头朝敌向后倒退”。此处指凯撒令右翼实施这一战术机动,意在诱使敌舰驶出海湾与狭道。
