← 普鲁塔克

安东尼传

§64.1-64.2

海战准备与焚毁余船及装载风帆

决定海战后,安东尼焚毁多余船只并将兵力集中于大型战船上;面对步兵大队长痛哭流涕的陆战恳求,他默默不语地走过,并暗中出于逃跑考虑下令战船带上风帆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§64.1

ὡς δὲ ναυμαχεῖν ἐδέδοκτο, τὰς μὲν ἄλλας ἐνέπρησε ναῦς πλὴν ἑξήκοντα τῶν Αἰγυπτίων, τὰς δὲ ἀρίστας καὶ μεγίστας ἀπὸ τριήρους μέχρι δεκήρους ἐπλήρου, δισμυρίους ἐμβιβάζων ὁπλίτας καὶ δισχιλίους τοξότας. ἔνθα πεζομάχον ἄνδρα τῶν ταξιαρχῶν λέγουσι, παμπόλλους ἠγωνισμένον ἀγῶνας Ἀντωνίῳ καὶ κατατετριμμένον τὸ σῶμα, τοῦ Ἀντωνίου παριόντος ἀνακλαύσασθαι καὶ εἰπεῖν·

当决定进行海战后,安东尼除六十艘埃及战船外,将其余船只悉数焚毁,而将三层桨至十层桨的最优最大的战船满载人员,使两万重装步兵和两千弓箭手登船。据说此时有一位长于步战的大队长,曾为安东尼经历过无数次恶战且通体创伤累累,在安东尼经过时失声痛哭并说道:

§64.2

ὦ αὐτόκρατορ, τί τῶν τραυμάτων τούτων ἢ τοῦ ξίφους καταγνοὺς1 ἐν ξύλοις πονηροῖς ἔχεις τὰς ἐλπίδας; Αἰγύπτιοι καὶ Φοίνικες ἐν θαλάσσῃ μαχέσθωσαν, ἡμῖν δὲ γῆν δός, ἐφʼ ἧς εἰώθαμεν ἑστῶτες ἀποθνήσκειν ἢ νικᾶν τοὺς πολεμίους. πρὸς ταῦτα μηδὲν ἀποκρινάμενος, ἀλλὰ τῇ χειρὶ καὶ τῷ προσώπῳ μόνον οἷον ἐγκελευσάμενος τὸν ἄνδρα θαρρεῖν, παρῆλθεν, οὐ χρηστὰς ἔχων ἐλπίδας, ὅς γε καὶ τοὺς κυβερνήτας τὰ ἱστία βουλομένους ἀπολιπεῖν ἠνάγκασεν ἐμβαλέσθαι καὶ κομίζειν,2 λέγων ὅτι δεῖ μηδένα φεύγοντα τῶν πολεμίων διαφυγεῖν.

“统帅啊,你对这些伤痕或这把利剑有何不满,竟把希望寄托在单薄的木片上?就让埃及人和腓尼基人去海里厮杀吧,但请给我们陆地,我们素来习惯在陆地上站定脚跟,要么战死,要么克敌制胜。” 对此安东尼未置一词,仅仅用手势和神情似乎示意那人振作起来,便走了过去,心中并未怀有良好的希望;因为他甚至强令那些本想卸下风帆的舵手们把帆带上并载运出海,声称决不能让逃跑的敌人溜走一个。

语法注2 条
  1. 64.2τί τῶν τραυμάτων τούτων ἢ τοῦ ξίφους καταγνοὺς

    复合动词 καταγιγνώσκω 可支配表示指责对象的属格。句中 τῶν τραυμάτων ... ἢ τοῦ ξίφους 为其支配的客观属格(“对……感到不满/不信任”),疑问代词 τί 既可看作内面宾格(“认定了何种缺陷”),亦可作副词性宾格(“为何”)。无论何者,皆表示对安东尼弃用久经沙场的创伤与佩剑这一决定的反问式抗议。

  2. 64.2ὅς γε καὶ τοὺς κυβερνήτας τὰ ἱστία βουλομένους ἀπολιπεῖν ἠνάγκασεν ἐμβαλέσθαι καὶ κομίζειν

    带有限制小词的关系代名词 ὅς γε 引导原因或例证性从句(相当于拉丁语的 qui quidem),用以印证主句中“安东尼心中并未怀有良好希望”(οὐ χρηστὰς ἔχων ἐλπίδας)的断言。古代海战中,战船通常将大帆(ἱστία)卸在岸上以减轻重量并增强机动性;安东尼以追击溃兵为借口强行载帆,被叙述者视作其预谋败退逃亡的有力确证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:64.1-64.2