← 普鲁塔克

安东尼传

§63.1-63.6

多米提乌斯的叛离与海战决胜的决定

安东尼在阿克提乌姆利用伪装战术击退了凯撒的逼近,但随即遭遇多米提乌斯与诸王的反叛及海军的失利。尽管卡尼迪乌斯建议撤退转打陆战,克利奥帕特拉却强行主张由海战决胜,而安东尼亦险些遭到凯撒伏兵的擒获。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63.1

Ἀντώνιος δέ, ἅμα ἡμέρᾳ τῶν πολεμίων ἐπιπλεόντων, φοβηθεὶς μὴ τῶν ἐπιβατῶν ἐρήμους ἕλωσι τὰς ναῦς, τοὺς μὲν ἐρέτας ὁπλίσας ἐπὶ τῶν καταστρωμάτων παρέταξεν ὄψεως ἕνεκα, τοὺς δὲ ταρσοὺς τῶν νεῶν ἐγείρας καὶ πτερώσας ἑκατέρωθεν ἐν τῷ στόματι περὶ τὸ Ἄκτιον ἀντιπρῴρους συνεῖχεν, ὡς ἐνήρεις καὶ παρεσκευασμένας ἀμύνεσθαι.

另一方面,当敌军在破晓时分驶来时,安东尼担心己方缺乏战斗人员的战船会被夺去,于是将划手们武装起来列队于甲板上虚张声势,又将船桨竖起并向两侧如翼般展开,在阿克提乌姆附近的湾口使船只排成船头迎敌的阵势,仿佛它们都配备了充足人员并做好了迎击准备。

§63.2

καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶς ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνως ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺς πολεμίους, τῶν ἐν κύκλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων. εὐγνωμόνως δὲ καὶ Δομιτίῳ προσηνέχθη παρὰ τὴν Κλεοπάτρας γνώμην. ἐπεὶ γὰρ ἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰς ἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέως ἐνεγκὼν ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν μετὰ τῶν φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε.

凯撒就这样中了计谋而撤退。安东尼还被认为通过筑起某些工事巧妙地将水源围住,从而断绝了敌人的饮水,因为周边的土地本就水源匮乏且水质恶劣。此外,安东尼对待多米提乌斯的做法也表现得极为宽宏大度,违背了克利奥帕特拉的心意。因为多米提乌斯虽已在发烧,却乘上一只小艇叛逃至凯撒处,安东尼尽管为此深感痛心,却依然将他的全部辎重连同他的朋友和仆从一并送还给他。

§63.3

καὶ Δομίτιος μέν, ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαν αὐτοῦ καὶ προδοσίαν μεταβαλλόμενος,1 εὐθὺς ἐτελεύτησεν. ἐγένοντο δὲ καὶ βασιλέων ἀποστάσεις, Ἀμύντου καὶ Δηϊοτάρου, πρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοήθειαν αὖθις ἠνάγκαζε τῷ πεζῷ προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ τὰ δεινά· καὶ συνεβούλευε Κλεοπάτραν μὲν ἀποπέμπειν, ἀναχωρήσαντα δὲ εἰς Θρᾴκην ἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι.

而多米提乌斯仿佛因自己的不忠与背叛暴露无遗而深感悔恨,不久便死去了。此外,阿明塔斯和戴奥塔罗斯等诸王也相继叛投凯撒。舰队在各方面皆不利且每一次增援都迟缓延误,这迫使安东尼再次将注意力转向陆军。陆军统帅卡尼迪乌斯在险境面前也改变了主意,建议将克利奥帕特拉送回,全军撤往色雷斯或马其顿,以陆战定胜负。

§63.4

καὶ γὰρ Δικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολλῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δὲ αἰσχρὸν εἰ Καίσαρι γεγυμνασμένῳ περὶ τὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆς θαλάσσης, ἀλλὰ δεινὸν εἰ τῶν πεζῶν ἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐ χρήσεται2 ῥώμῃ καὶ παρασκευῇ τοσούτων ὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλίσκων τὴν δύναμιν.

因为盖塔人的国王迪科梅斯承诺将率大军前来支援;卡尼迪乌斯指出,将大海让给在西西里战争中身经百战的凯撒并非耻辱,但若陆战经验最为丰富的安东尼不善用如此众多重装步兵的勇力与装备,反将战力分散并损耗在战船上,那才真正是骇人听闻的憾事。

§63.5

οὐ μὴν ἀλλὰ ἐξενίκησε Κλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸν πόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα, καὶ τιθεμένη τὰ καθʼ ἑαυτήν, οὐχ ὅπου πρὸς τὸ νικᾶν ἔσται χρήσιμος, ἀλλʼ ὅθεν ἄπεισι ῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. ἦν δὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν ναύσταθμον τῆς στρατοπεδείας, δι’ ὧν ὁ Ἀντώνιος εἰώθει παριέναι μηδὲν ὑφορώμενος.

然而,克利奥帕特拉最终占据了上风,坚持必须通过海战来决定胜负;她此刻已在谋划脱身,安排自身事宜并非着眼于何处对取胜有益,而是着眼于大局覆灭时何处最易逃脱。当时有一道长墙从营寨一直延伸至停泊地,安东尼素常毫无戒备地穿行其中。

§63.6

οἰκέτου δὲ Καίσαρι φράσαντος ὡς δυνατὸν εἴη κατιόντα διὰ τῶν σκελῶν συλλαβεῖν αὐτόν, ἔπεμψε τοὺς ἐνεδρεύσοντας. οἱ δὲ παρὰ τοσοῦτον ἦλθον ὥστε3 συναρπάσαι τὸν προηγούμενον αὐτοῦ προεξαναστάντες· αὐτὸς δὲ δρόμῳ μόλις ὑπεξέφυγεν.

当一名仆人向凯撒告密,称可以在安东尼沿长墙走下时将其擒获,凯撒便派遣了设伏人员。这些人提早跃起,距离得手竟至近在咫尺,以至于掳走了走在安东尼前方的人;而安东尼本人则拼力奔跑,才侥幸逃脱。

语法注3 条
  1. 63.3ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαν αὐτοῦ καὶ προδοσίαν μεταβαλλόμενος

    分词 μεταβαλλόμενος 意为“悔悟”、“心意发生巨变而悲痛自责”。ἐπὶ τῷ μὴ λαθεῖν 为表示原因的与格冠词不定词短语(带否定词 μή),意指“因为他的不信与背叛(被安东尼宽宏退还行装的举动所衬托)而未能隐瞒、昭然若揭”。

  2. 63.4οὐκ εἶναι δὲ αἰσχρὸν εἰ ... ἐκστήσονται ... ἀλλὰ δεινὸν εἰ ... οὐ χρήσεται

    此处为转述卡尼迪乌斯进言的间接引语。不定词 εἶναι 是间接引语中的主句动词;由表示评价的词(αἰσχρόν, δεινόν)所引出的条件从句 εἰ ... ἐκστήσονται / οὐ χρήσεται 保留了直接引语中的将来直陈语气,意在直接陈述“如果让出……并非耻辱,但若不善用……才是骇人之事”;因将该假定视作客观事实的对应,故使用了否定词 οὐ 而非 μή。

  3. 63.6παρὰ τοσοῦτον ἦλθον ὥστε

    短语 παρὰ τοσοῦτον ἐλθεῖν ὥστε... 是古典希腊语常见习语,意为“几乎就要…… / 差一点就……”。其后接引导结果从句的 ὥστε,生动描绘了伏兵距离生擒安东尼本人仅一步之遥的凶险紧迫局势。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:63.1-63.6