← 普鲁塔克

安东尼传

§62.1-62.3

决意海战与凯撒占领托吕涅

安东尼受克利奥帕特拉影响弃陆战优势而图海战决胜,致使水手严重匮乏。面对凯撒的大胆挑战与安东尼的回绝,凯撒出奇制胜,迅速横渡爱奥尼亚海攻占了托吕涅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62.1

οὕτω δὲ ἄρα προσθήκη τῆς γυναικὸς ἦν ὥστε τῷ πεζῷ πολὺ διαφέρων ἐβούλετο τοῦ ναυτικοῦ τὸ κράτος εἶναι διὰ Κλεοπάτραν, καὶ ταῦτα πληρωμάτων ἀπορίᾳ συναρπαζομένους ὁρῶν1 ὑπὸ τῶν τριηραρχῶν ἐκ τῆς πολλὰ δὴ τλάσης Ἑλλάδος ὁδοιπόρους, ὀνηλάτας, θεριστάς, ἐφήβους, καὶ οὐδὲ οὕτω πληρουμένας τὰς ναῦς, ἀλλὰ τὰς πλείστας ἀποδεεῖς καὶ μοχθηρῶς πλεούσας.

然而,他竟沦落到完全依附于那个女人的地步,以至于尽管他在陆军方面占据极大优势,却为了克利奥帕特拉而决意将胜负寄托于舰队;不仅如此,当时他还目睹了各船长因极度缺乏船员,从历尽苦难的希腊各地强行掳抓行客、赶驴人、收割工和少年,即便如此战船仍旧人员不备,大多数船只都缺员且航行极为艰难。

§62.2

Καῖσαρ δὲ οὐ πρὸς ὕψος οὐδὲ ὄγκον ἐπιδεικτικῶς πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρεντεσίῳ συνέχων τὸ ναυτικόν, ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον, ἀλλʼ ἔρχεσθαι μετὰ τῶν δυνάμεων· αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς παραλίας ἵππου δρόμον ἀπὸ θαλάττης, μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται.

另一边,凯撒在塔兰托和布伦迪西乌姆整顿好舰队并严加戒备;他的船只并非为了炫耀高度或体积而建造,而是转向灵活、迅疾且满编精干。他遣使致信安东尼,要求他勿再虚掷光阴,速引大军前来交战;他承诺不仅将为敌方舰队提供畅通无阻的锚地与海港,自身陆军也会从海滨后撤一马驰骋的距离,直至安东尼安全登陆并扎好营寨。

§62.3

τούτοις ἀντικομπάζων Ἀντώνιος αὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτο, καίπερ ὢν πρεσβύτερος· εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμασιν, ὡς πάλαι Καῖσαρ καὶ Πομπήϊος, διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦν ἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ τῆς Ἠπείρου χωρίον ὃ Τορύνη καλεῖται κατασχών·2 θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον ʽὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖςʼ ἡ μὲν Κλεοπάτρα σκώπτουσα, τί δεινόν, ἔλεγεν, εἰ Καῖσαρ ἐπὶ τορύνῃ κάθηται;3

安东尼对此还以傲慢之辞,他不顾自己年岁较长,反向凯撒本人发起一对一决斗的挑战;若凯撒避战,他则要求如同当年的凯撒与庞培一样,率领全军在法萨卢斯一带一决雌雄。然而,正当安东尼停泊在如今尼科波利斯城所在的阿克提乌姆一带时,凯撒先发制人,横渡爱奥尼亚海,攻占了伊庇鲁斯一处名为托吕涅的地方。安东尼的左右见状大为惊恐——因为他们的陆军尚未赶到——克利奥帕特拉却出言讥笑道: “凯撒不过是坐在一把长柄汤勺上, 有什么好害怕的?”

语法注3 条
  1. 62.1καὶ ταῦτα πληρωμάτων ἀπορίᾳ συναρπαζομένους ὁρῶν

    惯用短语 καὶ ταῦτα 与分词 ὁρῶν 连用,具有让步或追加强调的语气,意为“何况当时他还目睹……”或“即便见到了……”。分词 ὁρῶν 的宾语由两个平行的“宾格+分词”从属结构构成,分别是以 ὁδοιπόρους 等为逻辑主语的 συναρπαζομένους,以及以 τὰς ναῦς 为主语的 πληρουμένας。

  2. 62.3φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ... διαβαλὼν τὸν Ἰόνιον καὶ ... κατασχών

    动词 φθάνω(抢先、先于……行动)在此与主格分词 διαβαλών 及 κατασχών 搭配构成补足语结构,表示“凯撒先发制人,横渡了爱奥尼亚海并占领了……”。插入其中的 Ἀντωνίου ... ὁρμοῦντος 为属格独立结构,交代当时的时间与背景。

  3. 62.3τί δεινόν, ... εἰ Καῖσαρ ἐπὶ τορύνῃ κάθηται;

    克利奥帕特拉巧妙利用伊庇鲁斯地名托吕涅(Τορύνη)与希腊语普通名词 τορύνη(长柄汤勺、搅拌勺)同音同形所作的文字游戏(双关语)。主句省略了 ἐστίν,构成 τί δεινόν [ἐστιν](“有何可怕”),其后的 εἰ 从句带有反问和轻蔑的语气(“即使凯撒坐在一把勺子上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:62.1-62.3