← 普鲁塔克

安东尼传

§61.1-61.3

双方的兵力、同盟诸王与势力范围

决战在即,文中详述了双方的军力配置(舰船、步兵、骑兵数量及亲征或派兵的属邦诸王),并明确了安东尼与凯撒在帝国疆域上的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61.1

συνιόντων δὲ πρὸς τὸν πόλεμον1 Ἀντωνίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δισχίλιοι δʼ ἱππεῖς ἐπὶ μυρίοις.2 βασιλεῖς δὲ ὑπήκοοι συνεμάχουν Βόκχος ὁ Λιβύων καὶ Ταρκόνδημος ὁ τῆς ἄνω Κιλικίας, καὶ Καππαδοκίας μὲν Ἀρχέλαος, Παφλαγονίας δὲ Φιλάδελφος, Κομμαγηνῆς δὲ Μιθριδάτης, Σαδάλας δὲ Θρᾴκης.

当双方奔赴战场之际,安东尼麾下的战船不少于五百艘,其中有许多八层桨座战船和十层桨座战船,装饰得极其庄严华美;步兵达十万人,骑兵有一万二千人。从属的诸王作为盟友同他并肩作战,计有:利比亚人的国王博克胡斯,上基利家的塔尔孔德姆斯,卡帕多细亚的阿基劳斯,帕夫拉戈尼亚的费拉德尔甫斯,科马吉内的米特拉达梯,以及色雷斯的萨达拉斯。

§61.2

οὗτοι μὲν αὐτοὶ παρῆσαν, ἐκ δὲ Πόντου Πολέμων στρατὸν ἔπεμπε, καὶ Μάλχος ἐξ Ἀραβίας καὶ Ἡρώδης ὁ Ἰουδαῖος, ἔτι δὲ Ἀμύντας ὁ Λυκαόνων καὶ Γαλατῶν βασιλεύς· ἦν δὲ καὶ παρὰ τοῦ Μήδων βασιλέως ἀπεσταλμένη βοήθεια. Καίσαρι δὲ νῆες ἦσαν πρὸς ἀλκὴν3 πεντήκοντα καὶ διακόσιαι, στρατοῦ δὲ ὀκτὼ μυριάδες, ἱππεῖς δὲ παραπλήσιοι τὸ πλῆθος τοῖς πολεμίοις.

这些国王亲自到场参战;而本都的波勒蒙、阿拉伯的马尔库斯、犹太的希律,以及吕考尼亚人和加拉太人的国王阿明塔斯则派遣了军队;此外还有米底国王派来的援军。另一方,凯撒拥有可用于交战的战船二百五十艘,步兵八万人,骑兵在数量上与敌人大致相当。

§61.3

ἦρχον δὲ Ἀντώνιος μὲν τῆς ἀπʼ Εὐφράτου καὶ Ἀρμενίας μέχρι πρὸς τὸν Ἰόνιον καὶ Ἰλλυριούς, Καῖσαρ δὲ ἀπʼ Ἰλλυριῶν τῆς ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καθηκούσης καὶ τῆς ἀπʼ ὠκεανοῦ πάλιν ἐπὶ τὸ Τυρρηνικὸν καὶ Σικελικὸν πέλαγος. Λιβύης δὲ τὴν Ἰταλίᾳ καὶ Γαλατίᾳ καὶ Ἰβηρίᾳ μέχρι στηλῶν Ἡρακλείων ἀντιπαρήκουσαν4 εἶχε Καῖσαρ· τὰ δὲ ἀπὸ Κυρήνης μέχρις Αἰθιοπίας Ἀντώνιος.

在领地方面,安东尼统治着从幼发拉底河和亚美尼亚起、直到爱奥尼亚海和伊利里亚人为止的广大区域;凯撒则统治着从伊利里亚人起、一直延伸至大西洋,以及自大洋折向提尔尼安海与西西里海的区域。在利比亚境内,凯撒占有与意大利、高卢和伊比利亚相对并绵延至赫拉克勒斯之柱的部分;而自昔兰尼直至埃塞俄比亚的部分则归安东尼所有。

语法注4 条
  1. 61.1συνιόντων δὲ πρὸς τὸν πόλεμον

    没有明确主语的属格独立结构,用作背景状语,指双方调集军队奔赴战场之际。

  2. 61.1δισχίλιοι δʼ ἱππεῖς ἐπὶ μυρίοις

    介词 ἐπί 支配与格表示“在……之上外加”,即在一万(μύριοι)之外另加二千(δισχίλιοι),合为一万二千骑兵。

  3. 61.2πρὸς ἀλκήν

    对应前文的 αἱ μάχιμοι νῆες(战船),意为“适于作战/具备战斗力”,指具备实战能力的舰只而非运输船。

  4. 61.3τὴν Ἰταλίᾳ καὶ Γαλατίᾳ καὶ Ἰβηρίᾳ μέχρι στηλῶν Ἡρακλείων ἀντιπαρήκουσαν

    复合动词 ἀντιπαρήκω(与……相对延伸)的分词支配与格(Ἰταλίᾳ 等),表示地理上相面对的陆地,μέχρι στηλῶν Ἡρακλείων 限定其范围。宾格冠词 τὴν 作名词化处理,指代前置属格 Λιβύης 的相应部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:61.1-61.3