- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:60.1-60.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒做好准备后决议向克利奥帕特拉宣战并剥夺安东尼职权,同时贬斥其宫廷;随后列举了开战前在各地发生的一系列神像毁损与自然异象等凶兆。
ἐπεὶ δὲ παρεσκεύαστο Καῖσαρ ἱκανῶς, ψηφίζεται Κλεοπάτρᾳ πολεμεῖν, ἀφελέσθαι δὲ τῆς ἀρχῆς Ἀντώνιον ἧς ἐξέστη γυναικί.1 καὶ προσεπεῖπε Καῖσαρ ὡς Ἀντώνιος μὲν ὑπὸ φαρμάκων οὐδὲ αὑτοῦ κρατοίη, πολεμοῦσι δʼ αὐτοῖς2 Μαρδίων ὁ εὐνοῦχος καὶ Ποθεινὸς καὶ Εἰρὰς ἡ Κλεοπάτρας κουρεύτρια καὶ Χάρμιον, ὑφʼ ὧν τὰ μέγιστα διοικεῖται τῆς ἡγεμονίας.
当凯撒作好充分准备之后,便通过决议向克利奥帕特拉开战,并剥夺安东尼已让给一个妇人的职权。凯撒还补充说,安东尼受了药物的控制,甚至不能自主;与他们交战的乃是宦官马尔迪翁、波特伊诺斯、克利奥帕特拉的发型女奴伊拉斯以及查米翁,帝国的最重大政务正是由这些人操持的。
σημεῖα δὲ πρὸ τοῦ πολέμου τάδε γενέσθαι λέγεται. Πείσαυρα μέν, Ἀντωνίου πόλις κληρουχία, ᾠκισμένη παρὰ τὸν Ἀδρίαν, χασμάτων ὑπορραγέντων κατεπόθη. τῶν δὲ περὶ Ἄλβαν Ἀντωνίου λιθίνων ἀνδριάντων ἑνὸς ἱδρὼς ἀνεπίδυεν ἡμέρας πολλάς, ἀποματτόντων τινῶν οὐ παυόμενος. ἐν δὲ Πάτραις διατρίβοντος αὐτοῦ κεραυνοῖς ἐνεπρήσθη τὸ Ἡράκλειον· καὶ τῆς Ἀθήνησι γιγαντομαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος ἐκσεισθεὶς εἰς τὸ θέατρον κατηνέχθη·
据说,在开战之前出现了以下预兆。安东尼建立在亚得里亚海畔的殖民都市皮绍鲁姆,因大地裂开而陷落吞没。此外,在阿尔巴附近的安东尼石像中,有一座连续多日冒出汗水,即便有人擦拭也不止歇。当他逗留在帕特雷时,赫拉克勒斯神殿遭雷击焚毁;在雅典,描绘巨人战争的雕像群中的狄奥尼索斯像被狂风震落,跌入剧场中。
προσῳκείου δὲ ἑαυτὸν Ἀντώνιος Ἡρακλεῖ κατὰ γένος καὶ Διονύσῳ κατὰ τὸν τοῦ βίου ζῆλον, ὥσπερ εἴρηται, Διόνυσος νέος προσαγορευόμενος. ἡ δὲ αὐτὴ θύελλα καὶ τοὺς Εὐμενοῦς καὶ Ἀττάλου κολοσσοὺς ἐπιγεγραμμένους Ἀντωνείους3 Ἀθήνησιν ἐμπεσοῦσα μόνους ἐκ πολλῶν ἀνέτρεψε. ἡ δὲ Κλεοπάτρας ναυαρχὶς ἐκαλεῖτο μὲν Ἀντωνιάς, σημεῖον δὲ περὶ αὐτὴν δεινὸν ἐφάνη· χελιδόνες γὰρ ὑπὸ τὴν πρύμναν ἐνεόττευσαν· ἕτεραι δὲ ἐπελθοῦσαι καὶ ταύτας ἐξήλασαν καὶ τὰ νεόττια διέφθειραν.
正如前文所述,安东尼在血统上依附于赫拉克勒斯,在生活志趣上则依附于狄奥尼索斯,并被称为“新狄奥尼索斯”。同一场暴风在雅典袭来,又在众多雕像中单单吹倒了那些刻有安东尼之名、原属于欧墨尼斯和阿塔罗斯的巨像。克利奥帕特拉的旗舰被命名为“安东尼亚号”,关于它也出现了一个可怕的凶兆:燕子在船尾下筑了巢,但另一群燕子飞来,不仅驱逐了它们,还将雏燕屠戮殆尽。
- 60.1ἧς ἐξέστη γυναικί
关系代词 ἧς 承前指示先行词 τῆς ἀρχῆς,因动词 ἐξίσταμαι(“放弃、让与”)支配夺格性属格,故取属格。与格 γυναικί 表示让与的对象或利害接收者(“给一个妇人”)。
- 60.1πολεμοῦσι δʼ αὐτοῖς
πολεμοῦσι 在此作主要动词(现在时主动态第三人称复数),与表示受损的与格代词 αὐτοῖς(“向他们/同他们……”)连用,意为“(实际上)同他们作战的人是……”。后文列举的人名群(Μαρδίων ... Χάρμιον)为其复合主语。
- 60.3ἐπιγεγραμμένους Ἀντωνείους
形容词 Ἀντωνείους 作分词 ἐπιγεγραμμένους 的宾语补足语(谓语性对格),意为“被刻上安东尼之名的”。指雅典人先前为帕加马国王欧墨尼斯和阿塔罗斯建立的巨像,后通过重新刻名改题献给安东尼的事实。
