- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:59.1-59.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尽管卡尔维西乌斯的指控多被视作捏造,安东尼的朋友们仍派格米尼乌斯前去力劝安东尼防止被罢黜和宣布为公敌,但格米尼乌斯遭到克利奥帕特拉的排挤而无功而返。此外,包括戴利乌斯在内的许多友人也因不堪忍受克利奥帕特拉及其党羽的跋扈与排挤而纷纷离去。
ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι Καλουΐσιος· οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιϊόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δὲ ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον δεόμενοι τοῦ Ἀντωνίου μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα1 τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων ἀναγορευθέντα.
然而这些指控大多数被认为是卡尔维西乌斯的捏造诽谤;安东尼的朋友们则在罗马各处奔走恳求民众,并派出了他们中的一人格米尼乌斯,恳请安东尼不要眼看着自己被剥夺职权并被宣布为罗马人的公敌而坐视不管。
Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα Κλεοπάτρᾳ μὲν ἦν ὕποπτος, ὡς ὑπὲρ Ὀκταουίας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμενος ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων· κελευσθεὶς δὲ λέγειν ἐφʼ οἷς ἥκει παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν,2 ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτρας εἰς Αἴγυπτον ἀπαλλαγείσης.
格米尼乌斯航行至希腊后,受到克利奥帕特拉的怀疑,以为他是为了屋大维娅而活动;虽然他在席间屡遭嘲弄,并因被安排在卑微的席位上而受尽侮辱,但他依然强忍着,等待会面的时机。然而,当他在席间被勒令说明来意时,他便表示,其余的话是属于清醒者的对话,但有一点他是无论清醒还是喝醉都深知的,那就是只要克利奥帕特拉退回埃及,一切都会好起来。
πρὸς τοῦτο τοῦ Ἀντωνίου χαλεπήναντος ἡ Κλεοπάτρα καλῶς, ἔφη, πεποίηκας, ὦ Γεμίνιε, τὴν ἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμενος.3 Γεμίνιος μὲν οὖν μετʼ ὀλίγας ἡμέρας ἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶ τῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακες ἐξέβαλον τὰς παροινίας καὶ βωμολοχίας οὐχ ὑπομένοντας, ὧν καὶ Μάρκος ἦν Σιλανὸς καὶ Δέλλιος ὁ ἱστορικός. οὗτος δὲ καὶ δεῖσαί φησιν ἐπιβουλὴν ἐκ Κλεοπάτρας, Γλαύκου τοῦ ἰατροῦ φράσαντος αὐτῷ. προσέκρουσε δὲ Κλεοπάτρᾳ παρὰ δεῖπνον εἰπὼν αὐτοῖς μὲν ὀξίνην ἐγχεῖσθαι, Σάρμεντον δὲ πίνειν ἐν Ῥώμῃ Φαλερῖνον. ὁ δὲ Σάρμεντος ἦν τῶν Καίσαρος παιγνίων παιδάριον, ἃ δηλίκια Ῥωμαῖοι καλοῦσιν.
对此安东尼大为恼怒,而克利奥帕特拉—— “干得好,”她说,“格米尼乌斯,没用刑求你就如实招供了。” 于是格米尼乌斯过了几天便潜逃回了罗马。克利奥帕特拉身边的阿谀奉承之徒,还赶走了许多无法忍受其酒后暴行和低俗嘲谑的其他朋友,其中包括马尔库斯·西拉努斯和历史学家戴利乌斯。后者甚至说,在医生格劳库斯向他告发之后,他曾惧怕遭到克利奥帕特拉的谋害。而他在席间得罪克利奥帕特拉,是因为他说倒给他们的都是酸劣之酒,而萨尔门图斯在罗马却喝着法勒努斯葡萄酒。这个萨尔门图斯是凯撒小宠儿中的一个僮仆,罗马人称这种人为德利基亚。
- 59.1μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα
动词 περιορᾶν(坐视、放任)在此接补充分词(此处为与反身代词 αὑτόν 一致的阳性宾格分词 ἀποψηφισθέντα 与 ἀναγορευθέντα),表示容忍或坐视某种事态发生(“坐视自己被投票免职……”)。
- 59.2τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν
νήφοντος 是与 εἶναι 连用的特征或属性属格(“其余的话属于清醒之人的谈话”)。在由 ἔφη 引导的间接引语中,宾格短语 τὴν ἄλλην διάλεξιν 充当不定式 εἶναι 的逻辑主语,与后半句的并列不定式 ἓν δὲ ... ἐπίστασθαι(“但他知晓一件事……”)构成对比。
- 59.2καλῶς ... πεποίηκας ... ἐξομολογησάμενος
καλῶς ποιέω 接不定过去时分词(此处为 ἐξομολογησάμενος)是希腊语的固定表达,意为“……做得好”、“承蒙……”,在此克利奥帕特拉带有讽刺意味地表示“亏得你未经严刑拷打就如实招供”。
