- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:6.1-6.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒进军意大利,利用保民官被逐作为发动内战的合宜借口,其根本动因则是争夺最高统治权的野心。凯撒占领罗马后出征西班牙,将意大利与军队委任给安东尼,安东尼虽深得军心,却因怠政与纵欲而广受社会谴责。
ἐκ τούτου λαβὼν τὴν στρατιὰν ὁ Καῖσαρ εἰς Ἰταλίαν ἐνέβαλε. διὸ καὶ Κικέρων ἐν τοῖς Φιλιππικοῖς ἔγραψε τοῦ μὲν Τρωϊκοῦ πολέμου τὴν Ἑλένην, τοῦ δʼ ἐμφυλίου τὸν Ἀντώνιον ἀρχὴν γενέσθαι, περιφανῶς ψευδόμενος.
为此,凯撒率领军队侵入意大利。因此西塞罗在《反腓力辞》中写道,海伦是特洛伊战争的祸首,而安东尼则是内战的根源,这显然是在撒谎。
οὐ γὰρ οὕτως εὐχερὴς ἦν οὐδὲ ῥᾴδιος ὑπʼ ὀργῆς ἐκπεσεῖν τῶν λογισμῶν Γάϊος Καῖσαρ ὥστε, εἰ μὴ ταῦτα πάλαι ἔγνωστο πράττειν, οὕτως ἂν ἐπὶ καιροῦ τὸν κατὰ τῆς πατρίδος ἐξενεγκεῖν πόλεμον,1 ὅτι φαύλως ἠμφιεσμένον εἶδεν Ἀντώνιον καὶ Κάσσιον ἐπὶ ζεύγους μισθίου πεφευγότας πρὸς αὐτόν, ἀλλὰ ταῦτα πάλαι δεομένῳ προφάσεως σχῆμα καὶ λόγον εὐπρεπῆ τοῦ πολέμου παρέσχεν. ἦγε δὲ αὐτὸν ἐπὶ πάντας ἀνθρώπους ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρως ἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυμία2 τοῦ πρῶτον εἶναι καὶ μέγιστον· ὧν τυχεῖν οὐκ ἦν μὴ Πομπηΐου καταλυθέντος.
因为盖乌斯·凯撒绝不是一个轻率鲁莽、或容易在盛怒之下丧失理智的人,以至于若非他早已决意如此行事,仅仅因为看到衣衫褴褛的安东尼和卡西乌斯乘坐雇来的马车逃奔至自己这里,就会如此仓促地发动针对祖国的战争;相反,这些事情只不过为早就需要借口的他提供了一个战争的合宜表象和借口。而驱使他与全人类为敌的,正是先前驱使亚历山大、往昔驱使居鲁士的同一种动力:对统治权的无法排遣的渴望,以及想要成为第一和最伟大之人的狂热欲望;而若不打倒庞培,就绝不可能实现这些目标。
ὡς δʼ οὖν ἐπελθὼν ἐκράτησε τῆς Ῥώμης καὶ Πομπήϊον ἐξήλασε τῆς Ἰταλίας καὶ πρὸς τὰς ἐν Ἰβηρίᾳ Πομπηΐου δυνάμεις ἐπιστρέφειν ἔγνω πρότερον, εἶτα οὕτως παρασκευασάμενος στόλον ἐπὶ Πομπήϊον διαβαίνειν, Λεπίδῳ μὲν στρατηγοῦντι τὴν Ῥώμην, Ἀντωνίῳ δὲ δημαρχοῦντι τὰ στρατεύματα καὶ τὴν Ἰταλίαν ἐπέτρεψεν.
无论如何,凯撒在进军并控制罗马、将庞培逐出意大利之后,决定先转向对付庞培在西班牙的军队,然后再行整备舰队渡海进攻庞培,于是他将罗马托付给担任裁判官的雷必达,将军队和意大利托付给担任保民官的安东尼。
ὁ δὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴς ἦν συγγυμναζόμενος καὶ συνδιαιτώμενος τὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν παρόντων, τοῖς δὲ ἄλλοις ἐπαχθής. καὶ γὰρ ἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶ πρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων καὶ κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε.3
安东尼立刻受到了士兵们的拥戴,因为他与士兵们一同受训,大多与他们同甘共苦,并拿出手中所有的物资慷慨施赠,但对其他人而言他却令人难以忍受。因为他因怠惰而漠视受欺压者的冤情,对前来陈情者动辄发怒,并且因染指他人妻室而声名狼藉。
καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλλον ἢ τυραννίδα δι’ αὐτὸν ἐκεῖνον φανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιος ἀπʼ ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγιστα δόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.
总而言之,凯撒的统治本身因其本人的做派完全不像僭主统治,却被其亲信们败坏了声誉;而在这些人当中,安东尼因被认为凭借最大权力犯下最大过失,招致了最多的责难。
- 6.2ὥστε, εἰ μὴ ταῦτα πάλαι ἔγνωστο πράττειν, οὕτως ἂν ἐπὶ καιροῦ τὸν κατὰ τῆς πατρίδος ἐξενεγκεῖν πόλεμον
在由 ὥστε 引导的结果从句中,ἄν 与不定式(ἐξενεγκεῖν)连用,构成了与过去事实相反的非真实条件句的主句(相当于直陈式过去时加 ἄν)。它与插在其中的条件从句 εἰ μὴ ταῦτα πάλαι ἔγνωστο πράττειν 相呼应,表明其逻辑结构为:“如果他不是早就决意如此行事,他就绝不会发动针对祖国的战争”。
- 6.3ἦγε δὲ αὐτὸν ἐπὶ πάντας ἀνθρώπους ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρως ἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυμία
关系从句 ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον(“先前驱使亚历山大、往昔驱使居鲁士的同类事物”)紧随主动词 ἦγε 及其宾语 αὐτόν 之后,而用以具体阐明该内容的真正主语 ἔρως ... καὶ περιμανὴς ἐπιθυμία 则后置(倒装)至从句末尾,二者形成同位语性质的先置结构。
- 6.5κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε
成语 κακῶς ἀκούειν(字面意为“听到关于自己的坏话”)意即“名声狼藉”或“备受非议”,在语法上作为被动态(被议论)使用。介词短语 ἐπί 连用与格(ἐπὶ γυναιξὶν ἀλλοτρίαις)表示受非议的原因或涉及的领域(“在他人妻室之事上”)。
