← 普鲁塔克

安东尼传

§7.1-7.4

安东尼果断渡海增援凯撒

凯撒不咎既往而重用安东尼;加比尼乌斯因冬季航海艰难而畏缩不前,安东尼则果断起航,历经敌军追击与触礁险境并借助风向突变脱险,成功率领大军支援凯撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

οὐ μὴν ἀλλʼ1 ἐπανελθὼν ὁ Καῖσαρ ἐκ τῆς Ἰβηρίας τὰ μὲν ἐγκλήματα παρεῖδεν αὐτοῦ, πρὸς δὲ τὸν πόλεμον ὡς ἐνεργῷ καὶ ἀνδρείῳ καὶ ἡγεμονικῷ χρώμενος οὐδαμῆ διήμαρτεν. αὐτὸς μὲν οὖν μετʼ ὀλίγων ἀπὸ Βρεντεσίου διαπεράσας τὸν Ἰόνιον ἔπεμψεν ὀπίσω τὰ πλοῖα, Γαβινίῳ καὶ Ἀντωνίῳ τὰς δυνάμεις ἐμβιβάζειν καὶ περαιοῦν κατὰ τάχος εἰς Μακεδονίαν ἐπιστείλας.

尽管如此,凯撒从西班牙返回后,对针对他的指控视而不见,而在战事中将他作为一位精力充沛、英勇且具备统帅之才的人物来任用,这绝没有判断错误。凯撒本人率领少数随从从布伦特西乌姆横渡伊奥尼亚海后,将船只遣送回航,命令加比尼乌斯和安东尼让军队登船,以最快速度渡海前往马其顿。

§7.2

Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄντα χειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇ μακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν, Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπειλημμένου πολεμίοις φοβηθεὶς Λίβωνα μὲν ἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπεκρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίων ταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβιβάσας δὲ ταὶς ναυσὶν ἱππεῖς ὀκτακοσίους καὶ δισμυρίους ὁπλίτας ἀνήχθη.

然而,加比尼乌斯由于冬季航海艰难而心生畏惧,率领军队沿陆路绕远路前进;而安东尼因担心凯撒陷入重重敌军包围之中,便在利波封锁港口入口处时,派遣许多轻便小舟包围其三列桨座战船,将利波击退,随后运载八百名骑兵和两万名重装步兵登船起航。

§7.3

καὶ γενόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διωκόμενος τὸν μὲν ἐκ τούτων κίνδυνον διέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος,2 ἐκφερόμενος δὲ ταῖς ναυσὶ πρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς οὐδεμίαν ἐλπίδα σωτηρίας εἶχεν.

他虽被敌人发现并遭到追击,但由于强劲的南风在敌船周围掀起滔天巨浪和波涛汹涌的海面,他摆脱了来自敌人的危险;可是船只却被冲向悬崖峭壁和水深的深谷,令他毫无获救的希望。

§7.4

ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸ πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν οὐκ ὀλίγαι· καὶ σωμάτων πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαρι παρέσχε θάρσος ἐν καιρῷ μετὰ τηλικαύτης ἀφικόμενος δυνάμεως.

不料海湾中突然刮起强烈的西南风,大浪由岸边向外海散开,安东尼遂转舵离岸、乘风疾驶,望见海滩上满是沉船残骸。因为风暴将追击他的战船吹打在彼处,不少船只被毁;安东尼虏获了大量人员和资财,攻占了利苏斯,并在危急时刻率领如此强大的军队赶到,给予了凯撒极大的信心。

语法注2 条
  1. 7.1οὐ μὴν ἀλλʼ

    一种惯用的转折连词短语,承认前文的负面语境(安东尼所招致的恶评与责难),同时引出与之相反的事实(凯撒不予追究并予以重用),意为“尽管如此”、“然而”。

  2. 7.3λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος

    属格独立结构,作主句动词 διέφυγε 的原因或手段状语。λαμπροῦ νότου 为主语,περιστήσαντος 为分词谓语,支配与格补足语 ταῖς τριήρεσιν αὐτῶν(敌方的三列桨座战船)及宾语 κῦμα μέγα καὶ κοίλην θάλατταν(巨浪与汹涌的海面)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:7.1-7.4