← 普鲁塔克

安东尼传

§5.1-5.4

安东尼任保民官维护凯撒与逃出罗马

安东尼在库里奥的协助下当选保民官,在元老院强力维护凯撒,并提议庞培与凯撒同时解除武装,但遭执政官驱逐,最终乔装出逃投奔凯撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ταῦτα μὲν οὖν ὕστερον· ἐπεὶ δὲ τὰ Ῥωμαίων πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν Πομπηΐῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκ Γαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις ἀφειδῶς ἀφʼ ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων,1 οὓς Αὔγουρας καλοῦσιν.

这些事发生在后来。当罗马的政局发生分裂,贵族派投奔身在城中的庞培,平民派则召唤远在高卢统领大军的凯撒时,安东尼的朋友库里奥转变立场投向凯撒,并将安东尼也拉拢了过去。库里奥凭借其雄辩在民众中拥有极大的影响力,又挥霍无度地运用凯撒所资助的钱财,使安东尼被任命为保民官,随后又被任命为卜象祭司——即人们所称的奥古尔祭司之一。

§5.2

ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ·2

安东尼一上任,立刻对那些为凯撒进行政治活动的人给予了不小的助力。首先,当执政官马尔凯卢斯将业已集结的军队托付给庞培并授权他招募其余兵员时,安东尼出面阻挠,颁布法令规定已集结的兵力应当开赴叙利亚,协助与帕提亚人交战的毕布卢斯,而庞培正在招募的士兵则不得服从庞培。

§5.3

δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.3

其次,当元老院议员们拒不接纳凯撒的信件亦不准当众宣读时,安东尼凭借其官职的权威亲自予以宣读,并使许多人转变了主意,因为根据凯撒信中所写的内容,他显得是在提出公正而温和的要求。

§5.4

τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων, τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα, τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων,4 ἀναστὰς Ἀντώνιος ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλʼ ἐλαύνεται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.

最后,当元老院提出两项质询——其一是庞培是否应当解散军队,其二是凯撒是否应当解散——而只有少数人命令庞培放下武器,几乎所有人却都命令凯撒放下武器时,安东尼站起来质询:庞培与凯撒是否应当一同放下武器并解散军队。所有人都热烈赞同这一主张,并高声喝彩称赞安东尼,要求付诸表决。但在执政官们表示拒绝之后,凯撒的朋友们再次提出其他看似合情合理的诉求,这些诉求遭到加图的反对,执政官伦图卢斯更将安东尼逐出了元老院。安东尼退场时对他们痛下诅咒,随即换上奴仆的服饰,与昆图斯·卡西乌斯一同租用了一辆马车,星夜奔赴凯撒阵营;他们刚一露面便放声高呼:罗马城中局势已荡然无存任何秩序,连保民官都失去了畅所欲言的自由,凡是为正义发声之人无不遭到驱逐并身陷绝境。

语法注4 条
  1. 5.1εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων

    动词 ἀπέδειξε 后省略了代词(如 ἕνα),接部分属格 τῶν ἐπʼ οἰωνοῖς ἱερέων,表示“任命(为)占卜祭司中的一员”。亦可理解为 ἀπέδειξε 直接接属格以表示职位职衔。

  2. 5.2οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ

    关系从句 οὓς δὲ Πομπήϊος καταλέγει 置于句首,内涵了 ὅπως 引导从句中虚拟语气动词 προσέχωσιν 的主语(指示代词 οὗτοι)。关系代词 οὕς 虽在从句中作 καταλέγει 的宾语而用宾格,但整体从句在意义上充当 προσέχωσιν 的主语(“凡庞培所招募者,皆不得听从他”)。

  3. 5.3δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος

    属格绝对结构(Καίσαρος ... δόξαντος)。分词 δόξαντος 采用人称结构,支配不定式 ἀξιοῦν 及其宾语 δίκαια καὶ μέτρια,字面义为“因为根据凯撒所写,他被认为是在提出公正与适度的要求”。

  4. 5.4καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων

    这是一个属格绝对结构(ὀλίγων μὲν ... πάντων δὲ ... κελευόντων),内部嵌套了“宾格加不定式”结构(Πομπήϊον ... καταθέσθαι 与 Καίσαρα [sc. καταθέσθαι]),并带有倒装。属格的主语是 ὀλίγων 与 πάντων παρʼ ὀλίγους,而两个不定式的宾格主语 Πομπήϊον 与 Καίσαρα 被前置以强化对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:5.1-5.4