← 普鲁塔克

安东尼传

§58.1-58.6

安东尼遗嘱的查扣与凯撒的公开抨击

凯撒虽面临物资匮乏与民怨,但安东尼的延误战机使他渡过难关。随后,凯撒根据叛投者提供的情报,从维斯太贞女处强取安东尼的遗嘱并公之于众,并借其对克利奥帕特拉的种种荒唐顺从之举大加声讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58.1

Καῖσαρ δὲ τὸ τάχος καὶ τὸ μέγεθος τῆς παρασκευῆς ἀκούσας ἐθορυβήθη, μὴ τοῦ θέρους ἐκείνου διαπολεμεῖν ἀναγκασθῇ. καὶ γὰρ ἐνέδει πολλά, καὶ τοὺς ἀνθρώπους ἐλύπουν αἱ τῶν χρημάτων εἰσπράξεις· ἀναγκαζόμενοι γὰρ οἱ μὲν ἄλλοι τὰ τέταρτα τῶν καρπῶν, οἱ δὲ ἐξελευθερικοὶ τῶν κτημάτων αὐτῶν τὰς ὀγδόας ἀποφέρειν κατεβόων αὐτοῦ, καὶ ταραχαὶ κατεῖχον ἐκ τούτων ἅπασαν τὴν Ἰταλίαν.

凯撒听说对方备战之迅速与规模之庞大,甚感惊慌,唯恐被迫在那年夏天就必须决一死战。因为他在许多方面皆有所匮乏,而金钱的征收也令民众深感痛苦;其他人被迫交出其产出的四分之一,获释奴隶则需交出其自身资产的八分之一,他们纷纷向他发出怨声,整个意大利也因此陷入骚乱。

§58.2

ὅθεν ἐν τοῖς μεγίστοις ἁμαρτήμασιν Ἀντωνίου τὴν ἀναβολὴν τοῦ πολέμου τίθενται. καὶ γὰρ παρασκευάσασθαι χρόνον ἔδωκε Καίσαρι καὶ τὰς ταραχὰς τῶν ἀνθρώπων ἐξέλυσε. πραττόμενοι γὰρ ἠγριαίνοντο, πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον.1 Τίτιος δὲ καὶ Πλάγκος, Ἀντωνίου φίλοι τῶν ὑπατικῶν, ὑπὸ Κλεοπάτρας προπηλακιζόμενοι ʽπλεῖστα γὰρ ἠναντιώθησαν αὐτῇ περὶ τοῦ συστρατεύεινʼ ἀποδράντες ᾤχοντο πρὸς Καίσαρα, καὶ περὶ τῶν Ἀντωνίου διαθηκῶν ἐγένοντο μηνυταί, τὰ γεγραμμένα συνειδότες.

因此,推迟战事被视作安东尼最大的失策之一。因为这既给了凯撒准备的时间,又平息了民众的骚乱。人们在被催缴时怒不可遏,但一旦征收完毕并且如数缴纳,便安静了下来。与此同时,安东尼的朋友中具有执政官资历的蒂提乌斯和普兰库斯,因受到克利奥帕特拉的凌辱(因为他们最极力反对她随军出征),便潜逃投奔凯撒,并告发了安东尼的遗嘱,因他们知晓其内容。

§58.3

ἀπέκειντο δʼ αὗται παρὰ ταῖς Ἑστιάσι παρθένοις, καὶ Καίσαρος αἰτοῦντος οὐκ ἔδωκαν· εἰ δὲ βούλοιτο λαμβάνειν, ἐλθεῖν αὐτὸν ἐκέλευον. ἔλαβεν οὖν ἐλθών· καὶ πρῶτον μὲν αὐτὸς ἰδίᾳ τὰ γεγραμμένα διῆλθε, καὶ παρεσημήνατο τόπους τινὰς εὐκατηγορήτους· ἔπειτα τὴν βουλὴν ἀθροίσας ἀνεγίνωσκε, τῶν πλείστων ἀηδῶς ἐχόντων.

这份遗嘱原本存放在维斯太贞女处,当凯撒索取时,她们拒绝交出;但如果他想获取,她们便要求他亲自前来。于是他亲自前去取走;起初他独自私下阅读了其中的内容,并在若干易于构陷攻讦的地方做了标记;随后他召集元老院朗读遗嘱,然而大多数元老对此深感不快。

§58.4

ἀλλόκοτον γὰρ ἔδοξεν εἶναι καὶ δεινόν, εὐθύνας τινὰ διδόναι ζῶντα περὶ ὧν ἐβουλήθη γενέσθαι μετὰ τὴν τελευτήν. ἐπεφύετο δὲ τῶν γεγραμμένων μάλιστα τῷ περὶ τῆς ταφῆς.2 ἐκέλευε γὰρ αὑτοῦ τὸ σῶμα, κἂν ἐν Ῥώμῃ τελευτήσῃ, δι’ ἀγορᾶς πομπευθὲν εἰς Ἀλεξάνδρειαν ὡς Κλεοπάτραν ἀποσταλῆναι.

因为一个人在活着的时候,竟要为自己死后希望发生的事情受到追究审问,这被认为是一件怪诞而不可理喻之事。然而凯撒却死死抓住遗嘱中所写的内容,尤其是关于安葬的条款。因为安东尼吩咐,即使自己死在罗马,他的遗体在穿过广场巡游之后,也必须被送往亚历山大里亚交给克利奥帕特拉。

§58.5

Καλουΐσιος δὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰς Κλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προὔφερε· χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περγάμου βιβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδες βιβλίων ἁπλῶν ἦσαν· ἐν δὲ συνδείπνῳ πολλῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆς τοὺς πόδας ἔκ τινος ὁρισμοῦ καὶ συνθήκης γενομένης· Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους·3 δικάζοντα δὲ πολλάκις τετράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος δελτάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλλινα δέχεσθαι παρʼ αὐτῆς καὶ ἀναγινώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦν ἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖν Ῥωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳ διὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δὲ Ἀντώνιον, ὡς εἶδεν, ἀναπηδήσαντα τὴν μὲν δίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.4

此外,凯撒的亲信卡尔维西乌斯更就安东尼与克利奥帕特拉之事提出了如下指控:他将来自帕加马的、藏有二十万卷单本图书的图书馆赠送给她;在众客在场的宴席上,他竟因某种约定和赌誓而站起身为她揉脚;他容忍以弗所人在他当场的情形下将克利奥帕特拉尊呼为主上;常常在审判席上审断分封王和国王的案件时,接受并阅读她送来的玛瑙与水晶材质的情书;当具有崇高声望且为罗马人中最擅雄辩的富尔尼乌斯正在发言时,克利奥帕特拉乘着轿子穿过广场,安东尼一看见她,便霍然跃起,弃庭审于不顾,紧攀着她的轿子随行护送。

语法注4 条
  1. 58.2πραττόμενοι γὰρ ἠγριαίνοντο, πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον.

    动词 πράσσω 可带双宾格表示“向某人征收/课税”,此处作被动语态。现在分词 πραττόμενοι 表示征收的过程(“在被催逼征收时”),与后文的不定过去时分词 πραχθέντες(“征收完毕后”)形成体貌上的鲜明对立,表明民众在征税过程中群情激愤,一旦征缴完毕便恢复平静。

  2. 58.4ἐπεφύετο δὲ τῶν γεγραμμένων μάλιστα τῷ περὶ τῆς ταφῆς.

    中被动态动词 ἐπιφύομαι(意为“附着于”、“紧抓不放”、“集中攻讦”)同时支配表示总体的属格(τῶν γεγραμμένων)和表示具体攻击目标的与格(τῷ περὶ τῆς ταφῆς),整句意为“在所记录的诸条款中,他尤其死抓住关于安葬的那一项”。

  3. 58.5Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους

    列举卡尔维西乌斯控诉内容中间接引语(宾格不定式结构)的一部分。动词 ἀνέχομαι(“容忍”、“听任”)支配宾格宾语(Ἐφεσίους)以及与之性数格一致的补充性分词(ἀσπασαμένους),意为“容忍以弗所人尊呼克利奥帕特拉”。παρόντος αὐτοῦ 为独立属格。

  4. 58.6Φουρνίου δὲ λέγοντος ... τὴν μὲν Κλεοπάτραν ... κομίζεσθαι, τὸν δὲ Ἀντώνιον ... ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.

    由独立属格(Φουρνίου δὲ λέγοντος)引导,陈述控告内容的间接引语通过 μὲν ... δέ 构成对比结构。不定式 κομίζεσθαι 的逻辑主语为宾格 Κλεοπάτραν,随后不定式 ἀπολιπεῖν 和 παραπέμπειν 的逻辑主语则为 Ἀντώνιον。分词 ἀναπηδήσαντα 和 ἐκκρεμαννύμενον 与宾格 Ἀντώνιον 保持一致修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:58.1-58.6