- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:57.1-57.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼与克利奥帕特拉前往雅典,后者争相笼络市民以抗衡屋大维娅的声望,而安东尼则下令将屋大维娅逐出罗马的宅邸。
γενόμενος δὲ ἀπὸ τούτων1 τοῖς μὲν περὶ τὸν Διόνυσον τεχνίταις Πριήνην ἔδωκεν οἰκητήριον, αὐτὸς δὲ πλεύσας εἰς Ἀθήνας πάλιν ἐν παιδιαῖς ἦν καὶ θεάτροις. ζηλοτυποῦσα δὲ Κλεοπάτρα τὰς Ὀκταουίας ἐν τῇ πόλει τιμάς (ἠγαπήθη γὰρ ὑπὸ τῶν Ἀθηναίων ἡ Ὀκταουία μάλιστα) πολλαῖς ἀνελάμβανε φιλοτιμίαις τὸν δῆμον.
处理完这些事务后,他将普里埃内赐给狄奥尼索斯的艺人们作为定居之地,自己则航行至雅典,再次沉溺于嬉戏与戏剧表演之中。而克利奥帕特拉出于对屋大维娅在城中所获荣誉的嫉妒(因为屋大维娅极受雅典人的爱戴),便以诸多慷慨的恩赏拉拢民众。
οἱ δὲ τιμὰς αὐτῇ ψηφισάμενοι πρέσβεις ἔπεμψαν ἐπὶ τὴν οἰκίαν τὸ ψήφισμα κομίζοντας, ὧν εἷς ἦν Ἀντώνιος, ὡς δὴ πολίτης Ἀθηναίων· καὶ δὴ καταστὰς ἐπʼ αὐτῆς2 λόγον ὑπὲρ τῆς πόλεως διεξῆλθεν. εἰς δὲ Ῥώμην ἔπεμψε τοὺς Ὀκταουίαν ἐκ τῆς οἰκίας ἐκβαλοῦντας.
民众为她表决通过了多项殊荣,并派遣使节携带决议文书前往其府邸,而安东尼竟以雅典公民的身份忝列其中;他走上前来立于她面前,代表城邦发表了演说。然而,他却派遣人员前往罗马,将屋大维娅逐出家门。
ἀπελθεῖν δέ φασιν αὐτὴν τὰ μὲν τέκνα πάντα Ἀντωνίου μεθʼ ἑαυτῆς ἔχουσαν ἄνευ τοῦ πρεσβυτάτου τῶν ἐκ Φουλβίας (ἐκεῖνος γὰρ ἦν παρὰ τῷ πατρί), κλαίουσαν δὲ καὶ δυσφοροῦσαν εἰ δόξει3 μία τῶν αἰτιῶν τοῦ πολέμου καὶ αὐτὴ γεγονέναι. Ῥωμαῖοι δὲ ᾤκτειρον οὐκ ἐκείνην, ἀλλʼ Ἀντώνιον, καὶ μᾶλλον οἱ Κλεοπάτραν ἑωρακότες οὔτε κάλλει τῆς Ὀκταουίας οὔτε ὥρᾳ διαφέρουσαν.4
据说,屋大维娅带着安东尼的所有子女离去,仅除了弗尔维娅所生子女中的长子(因他留在他父亲身旁);她痛哭并悲叹自己恐也将被视为这场战争的起因之一。但罗马人所怜悯的并非她,而是安东尼,那些见过克利奥帕特拉、深知她在容貌和青春美态上皆不胜过屋大维娅的人更是如此。
- 57.1γενόμενος δὲ ἀπὸ τούτων
γίγνομαι 与介词 ἀπό 连用的习惯表达,意为“脱离……”、“结束某事”或“办完……”,在此指结束前文所述在萨摩斯岛的庆典与准备事务。
- 57.2καταστὰς ἐπʼ αὐτῆς
代词 αὐτῆς 指代前句中使团拜访的对象克利奥帕特拉。结合分词 καταστάς(上前、肃立)与 ἐπί + 属格,表示“出列立于她面前/在其面前就位”。
- 57.3δυσφοροῦσαν εἰ δόξει
在表达情感的动词(δυσφορέω,“悲叹、恼恨”)之后,从属连词 εἰ 代替 ὅτι 引导宾语从句,带有“唯恐/虑及自己将被视作……”的担忧与假设语气。
- 57.3οὔτε κάλλει τῆς Ὀκταουίας οὔτε ὥρᾳ διαφέρουσαν
分词 διαφέρουσαν(“胜过、优于”)支配比较属格(τῆς Ὀκταουίας)以及表示方面的与格(κάλλει, ὥρᾳ),意为“无论在美貌还是青春风采上都不及屋大维娅”。
