← 普鲁塔克

安东尼传

§56.1-56.5

以弗所集结大军与萨摩斯岛狂欢

安东尼在以弗所集结大军备战凯撒,因克利奥帕特拉的游说而准许其随军同行;两人随后前往萨摩斯岛,在全境备战的困顿中大肆举行盛宴与文艺竞赛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56.1

ταῦτα ἐν Ἀρμενίᾳ διατρίβων Ἀντώνιος ἤκουσε· καὶ Κανίδιον εὐθὺς ἐκέλευσεν ἑκκαίδεκα τέλη λαβόντα καταβαίνειν ἐπὶ θάλατταν. αὐτὸς δὲ Κλεοπάτραν ἀναλαβὼν εἰς Ἔφεσον ἧκε. καὶ τὸ ναυτικὸν ἐκεῖ συνῄει πανταχόθεν, ὀκτακόσιαι σὺν ὁλκάσι νῆες, ὧν Κλεοπάτρα παρεῖχε διακοσίας καὶ τάλαντα δισμύρια καὶ τροφὴν τῷ στρατῷ παντὶ πρὸς τὸν πόλεμον.

安东尼在亚美尼亚逗留期间听闻了这些,便立即命令卡尼狄乌斯率领十六个军团下至海滨。他自己则带着克利奥帕特拉来到以弗所。各地的舰队汇聚于彼,包括运输船在内共有八百艘,其中克利奥帕特拉提供了两百艘,并为战事献出两万塔兰同以及全军所需的粮草。

§56.2

Ἀντώνιος δὲ πεισθεὶς ὑπὸ Δομιτίου καί τινων ἄλλων ἐκέλευε Κλεοπάτραν πλεῖν ἐπʼ Αἰγύπτου κἀκεῖ διακαραδοκεῖν τὸν πόλεμον. ἡ δὲ φοβουμένη τὰς δι’ Ὀκταουίας πάλιν αὐτοῦ διαλύσεις ἔπεισε πολλοῖς Κανίδιον χρήμασιν Ἀντωνίῳ διαλεχθῆναι περὶ αὐτῆς, ὡς οὔτε δίκαιον ἀπελαύνεσθαι τοῦ πολέμου γυναῖκα συμβολὰς τηλικαύτας διδοῦσαν, οὔτε συμφέρον ἀθυμοτέρους ποιεῖν τοὺς Αἰγυπτίους μέγα μέρος τῆς ναυτικῆς δυνάμεως ὄντας· ἄλλως δὲ μηδὲ ὁρᾶν οὗτινος τῶν συστρατευόντων βασιλέων ἀπολείποιτο τὸ φρονεῖν1 Κλεοπάτρα, πολὺν μὲν χρόνον δι’ αὑτῆς κυβερνῶσα βασιλείαν τοσαύτην, πολὺν δὲ ἐκείνῳ συνοῦσα καὶ μανθάνουσα χρῆσθαι πράγμασι μεγάλοις. ταῦτα ʽἔδει γὰρ εἰς Καίσαρα πάντα περιελθεῖνʼ ἐνίκα· καὶ συνιουσῶν τῶν δυνάμεων πλεύσαντες εἰς Σάμον ἐν εὐπαθείαις ἦσαν.

然而,安东尼听从了多米提乌斯和其他一些人的劝告,命克利奥帕特拉乘船返回埃及,在那里观望战局的发展。但她唯恐安东尼通过屋大维娅再次达成和解,便以重金买通卡尼狄乌斯向安东尼进言,称将一位资助如此巨资的女人排斥在战事之外既不公正,令占海军兵力很大一部分的埃及人士气低落亦无益处;此外,他也看不出克利奥帕特拉在才智上究竟逊色于任何从征诸王,因为她长期独自掌管着如此庞大的王国,且长久陪伴在他身边,学会了处理重大政务。这些建言占据了上风(因为注定一切终将归于凯撒手中);随着各方部队集结,他们航行至萨摩斯岛,沉溺于享乐之中。

§56.4

ὥσπερ γὰρ βασιλεῦσι καὶ δυνάσταις καὶ τετράρχαις ἔθνεσί τε καὶ πόλεσι πάσαις ταῖς μεταξὺ Συρίας καὶ Μαιώτιδος καὶ Ἀρμενίας καὶ Ἰλλυριῶν προείρητο πέμπειν καὶ κομίζειν τὰς εἰς τὸν πόλεμον παρασκευάς, οὕτω πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐπάναγκες ἦν εἰς Σάμον ἀπαντᾶν· καὶ τῆς ἐν κύκλῳ σχεδὸν ἁπάσης οἰκουμένης περιθρηνουμένης καὶ περιστεναζομένης, μία νῆσος ἐφʼ ἡμέρας πολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο2 πληρουμένων θεάτρων καὶ χορῶν ἀγωνιζομένων.

正如在叙利亚、迈奥提斯沼泽、亚美尼亚与伊利里亚之间的所有国王、诸侯、四部领主、部族以及城邦均事先奉命运送战备物资一样,所有狄奥尼索斯剧艺社团的艺人也都被勒令汇聚于萨摩斯岛;当周围几乎整个已知世界都沉浸在哀号与叹息中时,唯有一座岛屿数日之久响彻着管乐与琴鸣,剧场座无虚席,歌队争相竞技。

§56.5

συνέθυε δὲ καὶ πόλις πᾶσα βοῦν πέμπουσα, καὶ βασιλεῖς διημιλλῶντο ταῖς ὑποδοχαῖς καὶ δωρεαῖς πρὸς ἀλλήλους. ὥστε καὶ λόγος διῄει, τίνες ἔσονται κρατήσαντες ἐν τοῖς ἐπινικίοις3 οἱ τοῦ πολέμου τὰς παρασκευὰς οὕτω πολυτελῶς ἑορτάζοντες.

每个城邦都送来公牛参与祭祀,诸王之间也以宴饮和赠礼竞相攀比。以至于有人传言道:将战备都筹办得如此奢华之人,若凯旋归来,其庆功大典又将成何种光景。

语法注3 条
  1. 56.3μηδὲ ὁρᾶν οὗτινος τῶν συστρατευόντων βασιλέων ἀπολείποιτο τὸ φρονεῖν

    不定式 ὁρᾶν 延续了由 ὡς 引出的间接引语(逻辑主语为卡尼狄乌斯,亦可通指“任何人”),后接由 οὗτινος 引导的间接疑问句。希求法 ἀπολείποιτο 是因主节过去时(ἔπεισε)而转化的斜格希求法,支配比较属格 οὗτινος(“劣于何人”),并通过作关系限制宾格的定冠词不定式 τὸ φρονεῖν(“在智略上”)加以限定。

  2. 56.4μία νῆσος ἐφʼ ἡμέρας πολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο

    复合动词 καταυλέω 与 καταψάλλω(通常为及物动词,意为“对某人吹笛/弹琴”)在此采用了以地点(μία νῆσος)为主语的人称被动态。这种被动结构生动地表现了整座岛屿被管乐与弦乐之声所充斥、笼罩的景象。

  3. 56.5τίνες ἔσονται κρατήσαντες ἐν τοῖς ἐπινικίοις

    系动词将来时 ἔσονται 以疑问代词 τίνες(此处相当于询问性质的 ποῖοι,意为“怎样的人”)作表语(主语为后文的 οἱ ... ἑορτάζοντες),并伴有表时间或条件的不定过去时状语分词 κρατήσαντες(“一旦获胜之后”)。此问句嵌入在 ὥστε 引导的结果从句中,反映了流传于民间的议论原话。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:56.1-56.5