- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:55.1-55.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒在元老院和民众面前控诉安东尼的所作所为,安东尼亦就领土与物资分配不均反诉凯撒,凯撒则予以尖锐的反驳与讽刺。
ταῦτα δὲ εἰς σύγκλητον ἐκφέρων Καῖσαρ καὶ πολλάκις ἐν τῷ δήμῳ κατηγορῶν παρώξυνε τὸ πλῆθος ἐπʼ Ἀντώνιον. ἔπεμπε δὲ καὶ Ἀντώνιος ἀντεγκαλῶν ἐκείνῳ. μέγιστα δʼ ἦν ὧν ἐνεκάλει,1 πρῶτον μέν, ὅτι Πομπηΐου Σικελίαν ἀφελόμενος οὐκ ἔνειμε μέρος αὐτῷ τῆς νήσου· δεύτερον, ὅτι χρησάμενος ναῦς παρʼ αὐτοῦ πρὸς τὸν πόλεμον ἀπεστέρησε· τρίτον, ὅτι τὸν συνάρχοντα Λέπιδον ἐκβαλὼν τῆς ἀρχῆς καὶ ποιήσας ἄτιμον αὐτὸς ἔχει στρατὸν καὶ χώραν καὶ προσόδους τὰς ἐκείνῳ προσνεμηθείσας· ἐπὶ πᾶσιν, ὅτι τοῖς αὑτοῦ στρατιώταις ἅπασαν ὀλίγου δεῖν2 Ἰταλίαν κατακεκληρούχηκε, μηδὲν λιπὼν τοῖς ἐκείνου. πρὸς ταῦτα Καῖσαρ ἀπελογεῖτο Λέπιδον μὲν ὑβρίζοντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δὲ ἔσχηκε πολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν·3 τοῖς δὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι·4 Μηδίαν γὰρ ἔχειν καὶ Παρθίαν αὐτούς, ἃς προσεκτήσαντο Ῥωμαίοις καλῶς ἀγωνισάμενοι μετὰ τοῦ αὐτοκράτορος.
凯撒将这些事提交给元老院,并屡次在民众面前进行控诉,激起大众对安东尼的愤怒。安东尼也派人前来,对其提出反诉。在他所提出的指控中,最主要的有:第一,凯撒从庞培手中夺取西西里后,并未将该岛的一部分分给他;第二,凯撒为了战事向他借用船只,却扣留不还;第三,凯撒将同僚雷必达逐出职位并剥夺其荣誉,却将分配给雷必达的军队、土地和赋税收入据为己有;最重要的是,凯撒几乎把整个意大利都分封给了自己的士兵,却没有给安东尼的士兵留下分毫。对此,凯撒为自己辩白说:自己因雷必达行事专横无礼而罢免其职位;而自己在征战中所获得的土地,只要安东尼也同样将亚美尼亚与他分享,他便会与安东尼分享;至于安东尼的士兵,则无权分享意大利,因为他们已拥有米底和帕提亚,那是他们随同主帅英勇奋战而为罗马人赢取的领土。
- 55.1ὧν ἐνεκάλει
关系代词的格吸引(attraction)。相当于 τούτων ἃ ἐνεκάλει,关系代词 ἃ 受到最高级 μέγιστα 所支配的属格先行词的影响,而被吸引为属格 ὧν。
- 55.2ὀλίγου δεῖν
不定式的副词性独立用法,意为“几乎”、“差一点”。此处修饰 ἅπασαν Ἰταλίαν,表现出安东尼指控中的夸大意味。
- 55.2ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν
时间从句中动词的省略,承接前文主句的不定式 νεμήσεσθαι(可补出虚拟式 νέμηται 等),形成简练的对照:“只要安东尼也同他分享亚美尼亚”。
- 55.2τοῖς δὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι
非人称动词 μέτεστι(支配与格的人和属格的事物,表示“某人对某物拥有份额/权利”)在间接引语中转化为不定式 μετεῖναι,否定词用 μή,意为“士兵们无权分享意大利”。
