- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:54.1-54.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维娅留在罗马照顾家庭与子女,反而使安东尼招致更多怨恨;与此同时,安东尼在亚历山大里亚举行戏剧性的领土分封,激起了罗马人的愤慨。
Ὀκταουίαν δὲ Καῖσαρ ὑβρίσθαι δοκοῦσαν, ὡς ἐπανῆλθεν ἐξ Ἀθηνῶν, ἐκέλευσε καθʼ ἑαυτὴν οἰκεῖν. ἡ δὲ οὐκ ἔφη τὸν οἶκον ἀπολείψειν τοῦ ἀνδρός, ἀλλὰ κἀκεῖνον αὐτόν, εἰ μὴ δι’ ἑτέρας αἰτίας ἔγνωκε πολεμεῖν Ἀντωνίῳ, παρεκάλει τὰ καθʼ ἑαυτὴν ἐᾶν, ὡς οὐδὲ ἀκοῦσαι καλόν, εἰ τῶν μεγίστων αὐτοκρατόρων ὁ μὲν δι’ ἔρωτα γυναικός, ὁ δὲ διὰ ζηλοτυπίαν εἰς ἐμφύλιον πόλεμον Ῥωμαίους κατέστησε.
当被认为蒙受了屈辱的屋大维娅从雅典返回时,凯撒命她单独居住。但她表示绝不离开丈夫的家宅,甚至恳请凯撒本人,若非因其他缘故决意同安东尼开战,便莫管关于她个人的事,因为若听说当代最伟大的统帅中,一个为了女人的情爱,另一个出于嫉妒,便使罗马人陷于内战,那是极不光彩的。
ταῦτα δὲ λέγουσα μᾶλλον ἐβεβαίου δι’ ἔργων. καὶ γὰρ ᾤκει τὴν οἰκίαν, ὥσπερ αὐτοῦ παρόντος ἐκείνου, καὶ τῶν τέκνων οὐ μόνον τῶν ἐξ ἑαυτῆς, ἀλλὰ καὶ τῶν ἐκ Φουλβίας γεγονότων, καλῶς καὶ μεγαλοπρεπῶς ἐπεμελεῖτο· καὶ τοὺς πεμπομένους ἐπὶ ἀρχάς τινας ἢ πράγματα τῶν Ἀντωνίου φίλων ὑποδεχομένη συνέπραττεν ὧν παρὰ Καίσαρος δεηθεῖεν.1 ἄκουσα δὲ ἔβλαπτε διὰ τούτων Ἀντώνιον· ἐμισεῖτο γὰρ ἀδικῶν γυναῖκα τοιαύτην.
她不仅这样说,更通过实际行动印证了这一点。她依然住在那所宅第中,正如安东尼本人在场一般,而且不仅悉心而体面地照料自己所生的子女,亦照料富尔维娅所生的孩子;凡是安东尼的朋友为某种官职或事务而被派来者,她都予以接待,并协助他们达成向凯撒所祈求之事。然而,她通过这些举动无意中损害了安东尼;因为他竟然亏待这样一位妇人,从而招致了憎恨。
ἐμισήθη δὲ καὶ διὰ τὴν διανέμησιν ἣν ἐποιήσατο τοῖς τέκνοις ἐν Ἀλεξανδρείᾳ, τραγικὴν καὶ ὑπερήφανον καὶ μισορρώμαιον φανεῖσαν. ἐμπλήσας γὰρ ὄχλου τὸ γυμνάσιον καὶ θέμενος ἐπὶ βήματος ἀργυροῦ δύο θρόνους χρυσοῦς, τὸν μὲν ἑαυτῷ, τὸν δὲ Κλεοπάτρᾳ, καὶ τοῖς παισὶν ἑτέρους ταπεινοτέρους, πρῶτον μὲν ἀπέφηνε Κλεοπάτραν βασίλισσαν Αἰγύπτου καὶ Κύπρου καὶ Λιβύης καὶ κοίλης Συρίας, συμβασιλεύοντος αὐτῇ Καισαρίωνος, ὃς ἐκ Καίσαρος ἐδόκει τοῦ προτέρου γεγονέναι Κλεοπάτραν ἔγκυον καταλιπόντος· δεύτερον δὲ τοὺς ἐξ αὑτοῦ καὶ Κλεοπάτρας υἱοὺς βασιλεῖς βασιλέων ἀναγορεύσας Ἀλεξάνδρῳ μὲν Ἀρμενίαν ἀπένειμε καὶ Μηδίαν καὶ τὰ Πάρθων, ὅταν ὑπαγάγηται, Πτολεμαίῳ δὲ Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν.
他也因在亚历山大里亚对其子女进行的领地分封而招致了憎恨,这番举动显得极具戏剧色彩、傲慢无礼且仇视罗马。他使民众挤满了体育馆,在银制讲台上安置了两张金王座,一张归自己,另一张归克利奥帕特拉,又为孩子们安置了其他较低的王座,首先宣布克利奥帕特拉为埃及、塞浦路斯、利比亚及柯里叙利亚的女王,与她共治的是恺撒里昂,此人被认为是留下怀有身孕的克利奥帕特拉的前任凯撒所生;其次,他将自己与克利奥帕特拉所生的儿子们册封为诸王之王,将亚美尼亚、米底以及有待征服的帕提亚分封给亚历山大,将腓尼基、叙利亚和基利家分封给托勒密。
ἅμα δὲ καὶ προήγαγε τῶν παίδων Ἀλέξανδρον μὲν ἐσθῆτι Μηδικῇ τιάραν καὶ κίταριν ὀρθὴν ἐχούσῃ, Πτολεμαῖον δὲ κρηπῖσι καὶ χλανίδι καὶ καυσίᾳ διαδηματοφόρῳ κεκοσμημένον. αὕτη γὰρ ἦν σκευὴ τῶν ἀπʼ Ἀλεξάνδρου βασιλέων, ἐκείνη δὲ Μήδων καὶ Ἀρμενίων.
与此同时,他引出两个男孩,亚历山大身着带有提亚拉及直立基塔利斯头巾的米底服装,托勒密则饰以革靴、短斗篷以及佩有王冠带的考西亚帽。盖因后者乃亚历山大后裔诸王的装束,而前者乃米底人与亚美尼亚人的装束。
ἀσπασαμένων δὲ τῶν παίδων τοὺς γονεῖς, τὸν μὲν Ἀρμενίων φυλακὴ περιΐστατο, τὸν δὲ Μακεδόνων. Κλεοπάτρα μὲν γὰρ καὶ τότε καὶ τὸν ἄλλον χρόνον εἰς πλῆθος ἐξιοῦσα στολὴν ἱερὰν Ἴσιδος ἐλάμβανε καὶ νέα Ἶσις ἐχρημάτιζε.2
当孩子们向父母行礼完毕,亚美尼亚卫队环侍于前一子身边,马其顿卫队环侍于后一子身边。克利奥帕特拉无论是在当时,还是在平时出入大众之前,皆身着伊西斯的圣袍,并正式使用新伊西斯的尊号。
- 54.2συνέπραττεν ὧν παρὰ Καίσαρος δεηθεῖεν
ὧν 为省略了先行词 ταῦτα(συνέπραττεν 的宾语)的关系代名词,因充当支配属格的动词 δεηθεῖεν(δέομαι)的宾语而采用属格。δεηθεῖεν 是过去未完时主动词 συνέπραττεν 引导下的重复祈愿语气(past general/iterative optative),表示“凡是他们向凯撒提出请求的,她都一概予以协助”。
- 54.6νέα Ἶσις ἐχρημάτιζε
χρηματίζω 原意为“处理公事”或“给予正式答复”,但在希腊化及帝国时期常作“享有……头衔、正式被称为”解。此处与主格补语 νέα Ἶσις 连用,表明克利奥帕特拉公开并正式地使用“新伊西斯”这一尊号。
