- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:53.1-53.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维娅携物资与军队抵达雅典却被安东尼勒令驻留,而克利奥帕特拉则通过伪装痴情与谄媚者的游说,诱使安东尼推迟对米底的远征并返回亚历山大里亚。
ἐν δὲ Ῥώμῃ βουλομένης Ὀκταουίας πλεῦσαι πρὸς Ἀντώνιον, ἐπέτρεψε Καῖσαρ, ὡς οἱ πλείους λέγουσιν, οὐκ ἐκείνῃ χαριζόμενος, ἀλλʼ ὅπως περιυβρισθεῖσα καὶ καταμεληθεῖσα πρὸς τὸν πόλεμον αἰτίαν εὐπρεπῆ παράσχοι. γενομένη δὲ ἐν Ἀθήναις ἐδέξατο γράμματα παρὰ Ἀντωνίου κελεύοντος αὐτόθι προσμένειν καὶ τὰ περὶ τὴν ἀνάβασιν δηλοῦντος.
在罗马,屋大维娅希望乘船前往安东尼处,凯撒便予以准许;正如大多数人所言,他这样做并非为了取悦她,而是为了使她在遭受羞辱与冷落后,能为开战提供冠冕堂皇的借口。她抵达雅典后,收到了安东尼的来信,命她留在当地,并向她说明了进军内地的相关事宜。
ἡ δέ, καίπερ ἀχθομένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγραψε πυνθανομένη ποῖ κελεύει πεμφθῆναι τὰ κομιζόμενα πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴν μὲν ἐσθῆτα στρατιωτικήν, πολλὰ δὲ ὑποζύγια καὶ χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις· ἐκτὸς δὲ τούτων στρατιώτας ἐπιλέκτους δισχιλίους εἰς στρατηγικὰς σπείρας κεκοσμημένους ἐκπρεπέσι πανοπλίαις. ταῦτα Νίγρος τις Ἀντωνίου φίλος ἀποσταλεὶς παρʼ αὐτῆς ἔφραζε, καὶ προσετίθει τοὺς ἀξίους καὶ πρέποντας ἐπαίνους.
她虽然心生怨苦并洞察到这是托词,但还是写信询问,他命将送往他那里的物资押运至何处。她运送着大量军服、众多驮兽、钱财以及赠予他麾下将领与亲友的礼物;此外还有两千名精选士兵,配有华丽的全套铠甲,用以充实近卫步兵大队。安东尼的一位朋友、名叫尼格尔的人受她差遣前来禀报此事,并加上了应有而恰当的称赞。
αἰσθομένη δὲ ἡ Κλεοπάτρα τὴν Ὀκταουίαν ὁμόσε χωροῦσαν αὑτῇ, καὶ φοβηθεῖσα μὴ τοῦ τρόπου τῇ σεμνότητι καὶ τῇ Καίσαρος δυνάμει προσκτησαμένη τὸ καθʼ ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον ἄμαχος γένηται1 καὶ κρατήσῃ παντάπασι τοῦ ἀνδρός, ἐρᾶν αὐτὴ προσεποιεῖτο τοῦ Ἀντωνίου, καὶ τὸ σῶμα λεπταῖς καθῄρει διαίταις· τὸ δὲ βλέμμα προσιόντος ἐκπεπληγμένον, ἀπερχομένου δὲ τηκόμενον καὶ ταπεινούμενον ὑπεφαίνετο.
然而克利奥帕特拉察觉到屋大维娅正与自己针锋相对,害怕对方若是在高贵的品性与凯撒的权势之外,又增添了投其所好与安东尼相处侍奉的本事,便会无可匹敌并彻底俘获其心,于是她自己假装深爱安东尼,以节食使身体日渐消瘦;每当他走来时,她便流露出出神的目光,而每当他离开时,她便显出消沉憔悴之态。
πραγματευομένη δὲ πολλάκις ὀφθῆναι δακρύουσα ταχὺ τῶν δακρύων ἀφῄρει καὶ ἀπέκρυπτεν, ὡς δὴ βουλομένη λανθάνειν ἐκεῖνον. ἐπράττετο δὲ ταῦτα μέλλοντος τοῦ ἀνδρὸς ἐκ Συρίας ἀναβαίνειν πρὸς τὸν Μῆδον. οἱ δὲ κόλακες σπουδάζοντες ὑπὲρ αὐτῆς ἐλοιδόρουν τὸν Ἀντώνιον ὡς σκληρὸν καὶ ἀπαθῆ καὶ παραπολλύντα γύναιον εἰς ἕνα καὶ μόνον ἐκεῖνον ἀνηρτημένον. Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰ τὸν ἀδελφὸν συνελθεῖν2 καὶ τὸ τῆς γαμετῆς ὄνομα καρποῦσθαι· Κλεοπάτραν δὲ τοσούτων ἀνθρώπων βασιλεύουσαν ἐρωμένην Ἀντωνίου καλεῖσθαι, καὶ τοὔνομα τοῦτο μὴ φεύγειν μηδʼ ἀπαξιοῦν, ἕως ὁρᾶν ἐκεῖνον ἔξεστι καὶ συζῆν· ἀπελαυνομένην δὲ τούτου μὴ περιβιώσεσθαι.
她还多次设法让自己被看见在流泪,随后又迅即擦去眼泪并隐藏起来,仿佛当真不想让他察觉。这些手段正是在安东尼正要从叙利亚出发深入内地去会合米底王之际施展的。而为她效劳的谄媚者们则斥责安东尼冷酷无情,正在断送一个一心只挂念他一人的弱女子;因为他们说,屋大维娅为了政事、因她弟弟的缘故才〔与他〕结合,享有着正妻的名分;而克利奥帕特拉身为统御如此多民众的女王,却被称为安东尼的情妇,只要还能见到他并与之共同生活,她就不逃避也不鄙弃这个名号;但若被从他身边驱逐,她将无法苟活。
τέλος δʼ οὖν οὕτω τὸν ἄνθρωπον ἐξέτηξαν καὶ ἀπεθήλυναν, ὥστε δείσαντα μὴ Κλεοπάτρα πρόηται τὸν βίον, εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν, τὸν δὲ Μῆδον εἰς ὥραν ἔτους ἀναβαλέσθαι, καίπερ ἐν στάσει τῶν Παρθικῶν εἶναι λεγομένων. οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναβὰς αὖθις εἰς φιλίαν προσηγάγετο, καὶ λαβὼν ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν ἐγγυήσας3 ἐπανῆλθεν, ἤδη πρὸς τὸν ἐμφύλιον πόλεμον τετραμμένος.
最终,他们把这个人的心彻底融化削弱,以至于他害怕克利奥帕特拉会自寻短见,便返回了亚历山大里亚,将与米底王的会合推迟到来年春季,尽管据说帕提亚正处于叛乱之中。不过他后来再次深入内地,拉拢了这位国王建立同盟,并为自己与克利奥帕特拉所生的一位儿子聘定了米底王尚年幼的一个女儿为妻,随后便返回了,此时他的注意力已转向了内战。
- 53.3προσκτησαμένη τὸ καθʼ ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον ἄμαχος γένηται
分词 προσκτησαμένη 支配冠词不定式短语 τὸ ... ὁμιλεῖν καὶ θεραπεύειν 作为宾语,前面的与格词组 τοῦ τρόπου τῇ σεμνότητι καὶ τῇ Καίσαρος δυνάμει 表示所增添到的原有条件(“在……之外又添上……”)。整个结构带有假设意味,置于由表示担忧的连接词 μή 引出的虚拟语气分句(ἄμαχος γένηται)中。
- 53.5Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰ τὸν ἀδελφὸν συνελθεῖν
此处是承接前句 οἱ δὲ κόλακες ... ἐλοιδόρουν 的间接引语(oratio obliqua)。未再重复主导动词,而是通过一系列“宾格加不定式”结构(Ὀκταουίαν ... συνελθεῖν、Κλεοπάτραν ... καλεῖσθαι 及 μὴ περιβιώσεσθαι)陈述谄媚者们的辩词。
- 53.6λαβὼν ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν ἐγγυήσας
句子结合了 λαβών 与 ἐγγυήσας 两个分词。短语 μίαν αὐτοῦ τῶν θυγατέρων(“他的一个女儿”)作 λαβών 的直接宾语,γυναῖκα 作补足谓语宾格(“作为妻子”),ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν 则是利益与格(“给他与克利奥帕特拉所生的一个儿子”)。分词 ἐγγυήσας 进一步补充了订立婚约的举动。
